Καθάπερ εἰ Ροδιακὴ ἐφημερὶς ἀγγέλλει, ὦ φίλοι, ἀνθρωποειδὴς μηχανισμὸς τεχνικῆς φρονήσεως, ὀνόματατι Σοφία, μάλα ἐσθλὸς ἐν τῇ Ἑλληνικῇ γλώττῃ ὤν, μέλλει τάχα συνέντευξιν τοῖς δημοσιολόγοις ἐν τῇ Ἑλληνικῇ γλώττῃ παραχωρῆσαι ἐν τῇ νήσῳ τῆς Ῥόδου. Ἡ Σοφία ἀμφὶ τάς 100 γλώττας εὖ γιγνώσκει!!
Καίπερ βουλοίμην ἄν εἰς Ῥόδον παραγενέσθαι ἵνα ἐκ τοῦ σύνεγγυς τὴν Σοφίαν ἴδω, τῶν ἀδυνάτων τοῦτο ἐστὶν. Ἀσχολίαι γὰρ ἐμοὶ πολλαὶ εἰσὶν καθ’ ἑκάστην καὶ οὐ δύναμαι ἐκεῖ παραγενέθαι. Ἴσως ἐν τῷ μέλλοντι καὶ δεῦρο ἐν Ἀθήναις ἡ Σοφία εἶσι..
Ὁρῶν τὴν Σοφίαν ἐμνήσθην ὅτι οἱ ἡμῶν εὐκλεεῖς πρόγονοι πρῶτοι παρὰ πάντων τῶν ἀνθρώπων ἀνθρωποειδεῖς μηχανισμοὺς ἐποίησαν, ὡς τὸ ἐν εἰκόνι ἀπείκασμα, ὅ ὕδωρ ἐκ τοῦ αὐτομάτου τοῖς ἐπιθυμοῦσιν ἐδίδου. Ὁ μηχανικὸς οὗτος δοῦλος, ἐν τῷ μουσείῳ Κοτσανᾶ νῦν ἐστὶν ὅς ἔτι καὶ νῦν τὸ ἑαυτοῦ ἔργον ἐπιτελεῖ παρέχων ὕδωρ τοῖς διψῶσιν.
Ἀλλὰ πολλὰ τὰ μυθολογούμενα περὶ τοιούτων αὐτομάτων μηχανισμῶν ἐν τῇ ἀρχαῖᾳ Ἑλλάδι ἐστὶν. Ἐν ἐκ τούτων καὶ ὁ περίφημος μηχανισμὸς Τάλος ἐστὶν, ὅς θέων περὶ τὴν Κρήτην ἀμύνετο τοὺς βουλομένους τὴν Κρήτην βλάψαι, ῥίπτων λίθους κατ’ αὐτῶν. Οὗτως οὐδενὶ ἐξῆν ἐγγὺς τῆς Κρήτης γενέσθαι. Πρὸς τούτοις ἦν τοῖς ἀρχαίοις καὶ ἕτερος τοιοῦτος αὐτόματος μηχανισμὸς ὅν ἔξωθι τῶν ναῶν ἔθετον ἵνα τὸ καλούμενον Ἅγιον ὕδωρ οἱ ἀκόλουθοι τοῦ ναοῦ ἀντὶ ἐνὸς ὀβολοῦ ἐκ τοῦ αὐτομάτου λαμβάνουσιν.
Ὡς ὁρᾶτε, ὦ φίλοι, καὶ οἱ μηχανισμοί ἄνευ τεχνικῆς φρονήσεως ἐκ τῆς ἀρχαίας Ἑλλάδος ἤρξαντο. Ἐκ τοῦ τότε ἄχρι τοῦ νῦν εἰς τὴν τεχνικὴν φρόνησιν οἱ τοιοῦτοι μηχανισμοὶ ἀφιγμένοι εἰσὶν, ὡς ἡ Σοφία. Μάλιστα πολλοὶ βοῶσι ὅτι μέγας ὁ κίνδυνος τοῖς ἀνθρώποις ἐστὶν ἐκ τῆς τεχνικῆς φρονήσεως καὶ πρὸς τοῦτο δεῖ καινοὺς νόμους θεῖναι ἵνα μή δοῦλοι τῆς τεχνικῆς φρονήσως ἡμεῖς οἱ ἄνθρωποι γενώμεθα.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου