Αὕτη ἡ νῦν Ἑλλὰς οὔποτε μέλλει γενέσθαι χώρα, ἐν ᾗ τὸ δίκαιον πάντων κρατεῖ καὶ εἰ τοῦτο δοκεῖ ὑμῖν τῶν ἀδυνάτων εἶναι, ὡς ἐπὶ τὸ πλεῖστον δυνατὸν ἐστιν. Κάθ’ ἑκάστην ἀναγιγνώσκω ἄνοα καὶ πὰρα τὸν νόμον γεγονότα. Τῇδε ἔμαθον ὅτι ἔστι καὶ πρόεδρος ἐπὶ τοῦ ἐθνικοῦ ἡμῶν, τοῦ ἐν Ἀθήναις κήπου. Τοῦτον τὸν παρὰ τὴν Βουλὴν λέγω, ἔνθα πολλάκις ταῖς Κυριακαῖς ἐπὶ ἀναψυχὴν παραγενόμεθα. Οὐκ ᾔδειν εἰ μὴ μόνον νῦν τοῦτο, ὅτι ἔστι καὶ πρόεδρος ἐπὶ τοῦ κήπου μισθὸν μηνὸς προσήκοντα εἰς πρόεδρον λαμβάνων. 
Ἀνέγνων οὖν ὅτι ὁ καινὸς ἐπὶ τῶν Ἀθηνῶν Δήμαρχος, τὸν Παπανδρέου Γεωργίου υἱὸν, πρόεδρον ἐπὶ τοῦ κήπου ὅρισεν ἄνευ οὐδεμίας προτέρας κρίσεως, ὅς ἐξ ὧν λέγουσι τὴν μελισσουργίαν πραγματεύεται καὶ οὐδεμίαν προτέραν αὐτῷ ἐμπειρίαν ἐστὶν ἐπὶ τοῦ ἐπιμελεῖσθαι κήπους. Μάλιστα δ’ οὐδενὶ τῶν Ἑλλήνων πλὴν τοῦ υἱου Παπαδρέου ἐξῆν μετέχειν κρίσεως τινος ἐπὶ τῇ προεδρίᾳ τοῦ κήπου. Ἐν κρυπτῷ γὰρ ἐγένετο, ἐν μιᾷ νυκτὶ. Ἔστι τοῦτο κράτος δικαίου;
Οὗτος ὁ καινὸς τῶν Ἀθηνῶν Δήμαρχος, ὅς ἐφ’ ἡμῶν ἀπὸ τοῦ προτέρου Ἰανουαρὶου ἐστὶν, ἐβόα πρὸ τῶν ἐκλογῶν περιφερόμενος ἐπὶ τῶν ὁδῶν ὅτι τὸ πρῶτον αὐτοῦ μέλημα τοῦτο ἄν ἦν, ἄν ἐπὶ τῆς ἀρχῆς τοῦ Δήμου γένηται, ἡ τῆς οἰκογενειοκρατίας κατάργησις. Καὶ ἀντὶ τούτου ὅμοια τοῖς προτέροις ἔπραξεν. Βουλοὶμην δὲ μαθεῖν παρ’ αὐτοῦ, πότερον αἰσχύνεται πράττων τοιαῦτα ἀνόσια ἔργα ἤ γράψας ἡμᾶς ἐπὶ τῶν παλαιοτέρων αὐτοῦ ὑποδημάτων, ἵνα μὴ τὶ ἄλλο εἴπω, οὐδόλως αὐτῷ μέλει; Ἅπαντες ὅμοιοι ἀλλήλοις εἰισὶν. Μένμημαι ὲκαὶ το Ἰσοκράτους ἔπος καθ’ ὄ τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσιν...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top