Ζεῦγος ἀνδρῶν ὁμόφυλον ὁρᾶτε, ὦ φίλοι, τὸ ἄρτι ὑπὲρ αὐτῶν γενηθὲν ἔμβρυον παρὰ παρεισάκτου μητρὸς τινος λαμβάνον ὡς υἰοθέτημα!! Εἰ καὶ οὐ καλῶς συνίημι πρὸς τὶ τὸ ὁμόφυλον ζεῦγος ἄνευ ἱματίων ἐστὶν, εἰς δάκρυα ἔπεσεν ὁρῶν τὸ πρῶτον τὸ ἔμβρυον. Ἡ μήτηρ θεᾶται αὐτοὺς ἐν ἀπορίᾳ οὖσα πῶς εἰς τοσοῦτο τῆς συγκινήσεως ἀφίκοντο οἱ ὁμόφυλοι ἄνδρες. Κἀγὼ, ὦ φίλοι, γηραιὸς ὤν καὶ τεθραμμένος ἐν ἄλλοις ἤθεσιν, οὐ δύναμαι καλῶς τοῦτο νοῆσαι. Ἄνδρες ἔμβρυα υἱοθετοῦσιν βουλόμενοι θρέψαι αὐτὰ ὡς ἄν ἦν εἷς ἐξ αὐτῶν γυνὴ! Πῶς τοῡτο δυνατὸν ἐστιν; 

Τὶ ἄν τὸ ἔμβρυον εἴποι ὅταν παιδὶον καὶ μειράκιον γένηται καὶ ὁρᾷ τὰ ἕτερα παιδία γυνὴ ὡς μητέρα ἔχοντα; Κατὰ φύσιν δεῖ τὸ παιδίον τρέφεσθαι ὑπὸ τῆς μητρὸς τε καὶ πατρὸς ἐξ ὧν ἡ μὲν μήτηρ γυνὴ ἐστιν, ὁ δὲ πατὴρ ἀνὴρ. Ἀπορῶ δε πῶς οἱ ἐφ’ ἡμῶν ὄντες καὶ δὴ ὁ ἐφ’ ἡμῶν πρωθυπουργὸς τοιοῦτον νόμον ἐν τῇ Βουλῇ ἔθεσαν ὑπὲρ τοῦ γάμου τῶν ὁμοφύλων ζευγῶν ἀλλὰ καὶ τοῦ υἱοθετεῖν; Τὶ γὰρ δοκοῦσιν οἱ ἐν τέλει, ὅτι ἔν εὐδαιμονίᾳ τὰ παιδία ταῦτα ζῶσιν, ἔχοντα γονὲα Α καὶ γονέα Β ἀντὶ μητρὸς τε καὶ πατρὸς; Καὶ ἐν τοῖς διδασκαλείοις τὶ μέλλει γενέσθαι ὅταν τὰ ἓτερα παιδία μάθωσιν τοῦτο ὅτι δύο γυναῖκες ἤ ἀνδρες οἱ γονεῖς αὐτῶν εἰσὶν; Οὐκ ἄν καταγελάσαιεν αὐτὰ;

Πρὸς τούτοις, ὦ φίλοι, ἐν ἀπορίᾳ καὶ πρὸς τὰς γυναῖκας εἰμὶ, τὰς διδούσας τὰ ἑαυτῶν τέκνα τοῖς ὁμοφύλοις ἐπὶ υἱοθεσίαν. Πῶς πράττουσιν τοιοῦτον ἀνόσιον ἁμάρτημα; Οὐ φιλοῦσιν τὸ ἑαυτῶν τέκνον; Ἀπορίας ἄξιον... Βουλοίμην δε μαθεῖν τὶ περὶ τούτου λέγουσιιν οἱ τοκεῖς τῶν τοιούτων γυναικῶν. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top