Οὐδὲν ἄλλο ἤ ἡ φιλοσοφία ἦν, ἐξ ὧν ἴσμεν ὦ φἰλοι, ἥν ὁ Πλάτων ἐπετήδευεν πρὸς τὸ ποιεῖν βελτίους τοὺς ἀνθρώπους, ἥτις θειοτάτη ἔτι καὶ νῦν τοῖς ἀνθρώποις δοκεῖ εἶναι. Χάριν οὖν τούτου, ὁ Πλάτων τὴν Ἀκαδημίαν ἱδρύκει ἐν ᾗ τοῖς βουλομένοις ἐξῆν προῖκα διδάσκεσθαι.
Ἔοικεν ὅμως, ὦ φίλοι, ὅτι οὐχ οὕτω τὰ περὶ τὸν Πλάτωνα ἔχουσιν. Ἅμα τῇ φιλοσοφίᾳ ὁ Πλάτων καὶ ἐφευρέτης ἦν, ὁ εὑρηκὼς ὡς ἀληθῶς τὸ ἐγερτήριον ὡρολόγιον, ὅ οἱ νῦν ἀλάρμ καλοῦσιν. Οὖτος γὰρ ὁ Πλάτων πρῶτος τοῦτο ἐποίησε, πρὸς τὸ ἐγείρεσθαι τῆς πρωΐας τὴν προσήκουσαν πρὸς ἐργασίαν ὥραν, τῇ ὑδραυλικῇ τέχνῃ χρώμενος.
Καίπερ τὸ ὡρολόγιον τόδε πρὸς τοῖς ἄλλοις καὶ φυσικῆς φιλοσοφίας γνώσεις ἀπῄτει, εὔληπτον καὶ ἁπλοῦν ἦν ἐν τῇ λειτουργίᾳ πρὸς τὸ ἀριθμεῖν τὸν χρόνον. Ὡς ὁρᾶτε ἐν εἰκόνι, ἐκ δοχείων ὕδατος συνίστατο ἐξ ὧν τὸ ἄνω δοχεῖον, ὕδωρ παρεῖχεν διὰ σωλῆνος τῷ κατωτέρῳ, ἐκχυλίζον αὐτὸ διὰ μεγάλης ἀκριβείας, ὕδατι οὕτως αὐτὸ πληροῦν. Ὅτε ἡ τῆς ἐγέρσεως ὥρα ἐγένετο, ὁ ἐγκεκλειμένος ἀὴρ ὑπὸ τοῦ ὕδατος πιεζόμενος διά ἱκανοῦ πρὸς τὸ συρίζειν σωλῆνος, ὀξὺ ἦχον ἐποίει καὶ ὡς εἰκὸς τὸν καθεύδοντα ἐξ ὕπνου ἤγειρεν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου