Τοῦ μηχανικοῦ Εὐπαλίνου τοῦ Μεγαρέως ἐπιστατοῦντος, ὦ φὶλοι, οὗτος ὁ μέγας ἀρχαῖος ὑδραγωγὸς ἐν τῷ ἕκτῳ αἰῶνι ἐν νήσῳ Σάμῳ ὠρύχθη, ἵνα ὕδατι φορτίζῃ τὴν πρωτεύουσαν τῆς νήσου πόλιν. Οὕτως ἐν χρὴσει τοῖς Σαμίοις ὡς ὑδραγωγὸς εἰς 1100 ἔτη ἦν.
Ὁ ὑδραγωγὸς διά τοῦ ὄρους Κάστρου εἰς μῆκος 1036 μέτρα τὴν ῥοὴν τοῦ ὕδατος ἐνεχείριζεν, τὰς πλευρὰς ἔχων 1,8 μέτρα. Ὕδωρ δ’ ἐδέχετο ἐκ πηγῆς κειμένης εἰς ὕψος 52 μέτρα ἐκ τῆς θαλάττης.
Μάλιστα δὲ, καθὰ ἱστορεῖται, δύο ὅμιλοι ἐργαζομένων ἤρξαντο τὸ ὂρος ὠρύττειν, ἕκαστος δὲ ἤρξατο ἐκ τῆς ἑτέρας τοῦ ὄρους πλευρὰς, ἀπέναντι ἀλλήλων, καὶ συνήντησαν ἀλλήλοις μετὰ μεγάλης ἀκριβείας ἐν τῷ μέσῳ τοῦ ὄρους!!
Ἄξιος θαυμασμοῦ ἀλλὰ καὶ ἀπορίας ἔτι καὶ νῦν κρίνεται ὁ ὑδραγωγὸς εἶναι καὶ δὴ ἡ μηχανική τέχνη δι’ ἧς αὐτὸν ἐποίησαν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου