Ὄπισθεν τῶν ἱερῶν λίθων τούτων, ὦ φίλοι, τὸ Σπαρτιατῶν στρατόπεδον ἦν, ἐν τῇ περὶ τὰς Θερμοπύλας μάχῃ! Ἴδετε εἰς οἷον τῆς ἀμελείας ἀφιγμένον ἐστὶν!! Οὐδενὶ μέλει.. Πολλοὶ πορευόμενοι μακρόθεν ἵνα τὸν τόπο θαυμάσωσιν, ἐφ’ οὗ ἡ μάχη ἐγένετο, οὐδὲ τοῖς ἑαυτῶν ὀφθαλμοῖς πιστεύουσιν, ὅτι ὅδε ἐστὶ ὁ περίφημος ἐκεῖνος τόπος ἔνθα ἡ μάχη ἐγένετο.Ἐρείπια ἐπὶ ἐρειπίων!!

Τοῖς μὴ εἰδόσιν ἐξ ὑμῶν ἐν ὀλίγοις λέγω ὅτι ἐνταῦθα ἐν μάχῃ ἰσχυρὰ γενομένη, γενναίως τοῖς Πέρσαις τριακόσιοι Σπαρτιᾶται σὺν ἑπακοσίοις Θεσπιοῖς μαχόμενοι, τὸν ἑαυτὸν βίον ἀπώλεσαν καὶ οὕτω σύμβολον ἀνδρείας ἐκ τοῦ τότε ἐγένοντο κατὰ τὴ πᾶσαν οἰκουμένην. Οὕτοι οἱ ἡμῶν ἥρωες ὄπισθεν τοῦ ἐν εἰκόνι τείχους τοὺς Πέρσας ἡμύνοντο, οὗ τὰ ἀπομένοντα ἐρείπια ὁρᾶτε.. Ποῦ ἡ ἐπὶ τοῦ πολιτσμοῦ ὑπουργὸς ἐστιν; Ὁ ἐφ’ ἡμῶν πρωθυπουργὸς ὅς τὸν μέγα Ἕλληνα ὑποκρίνεται; 
Ποῦ εἰσιν οὗτοι οἵτινες τῷ Βρεττανικῷ μουσείῳ μέμφονται ὅτι οὐ καλῶς τῶν Ἑλληνικῶν τεχνουργημάτων ἐπιμελοῦνται δι’ οὐδὲν ἄλλο ἤ ὅτι ὕδατα ἐκ τοῦ στέγους ἐν τῷ μουσείῳ πίπτουσιν ὅτε ὀμβρεῖ; 
Αἰδὼς ὑποκριταὶ ἀχρεῖοι.. Οὐδὸλως γὰρ τοῖς νῦν Ἕλλησι τὰ ἀρχαῖα μέλουσιν καὶ τὸ αἴτιον ἐξ οὗ τὰ τοῦ Παρθενῶνος γλυπτὰ ὀπίσω ἐθέλουσιν ἐλθεῖν, τὰ ἀργύριὰ ἐστιν, οἰόμενοι ὅτι πολλοὶ τῶν ξένων εἰς Ἑλλάδα ἀφίξονται θεασόμενοι τὰ γλυπτὰ ἐπὶ τοῦ Παρθενῶνος κείμενα. Αἰδὼς ..Ἀργεῖοι..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top