Ἔδοξε τῆς πρωΐας τῇ συνεδρίᾳ τῇ κυβερνητικῇ ΚΥΣΕΑ, ἥτις ἐγένετο ὑπὸ τοῦ Μητσοτάκου ἐν τῷ Μεγάρῳ Μαξίμου, ἀποπλεῦσαι ταχέως ἡ φρεγὰς Ὕδρα ἵνα συμμετάσχῃ ἐν τῇ ἐπιχειρήσει "Ἀσπὶς" ἐν τῆ Ἐρυθρᾷ θαλάττῃ, ὡς ἀμυνουμένη τοῖς πλοίοις τοὺς Χούθι ἵνα ἀσφαλῶς διαπλέωσιν ἐν τῷ πεδίῳ τῆς Ἐρυθρᾶς Θαλάττης.
Τῆς συνεδρίας καὶ ὁ ἐπὶ τῆς ἀμύνης ὑπουργός Δένδιας μετεῖχεν, ὅς ὑπέρ τῆς μετοχῆς τῆς Ἑλλάδος ἐν τῇ ἐπιχειρήσει Ἀσπὶς ἐστιν. Μάλιστα δ’ ὀλίγον ἐκ τῆς συνεδρίας ἐπὶ τῆς φρεγάδος ὁ Δένδιας ἐγένετο, ἔνθα τοῖς ἀξιωματικοῖς τῆς φρεγάδος δῆλα τὰ βουλεύματα τῆς συνεδρίας ἐποίησεν.
Αὕτη ἐστὶν ἡ πρώτη στιγμὴ μετὰ τὸν δεύτερον οἰκουμενικὸν πόλεμον ἐν ᾗ ἡ Ἑλλὰς ἱκανὴ ἐστι μετέχειν μετὰ τῶν συμμάχων αὐτῆς πολεμικῆς ἀποστολῆς μακρὰν τοῦ Αίγαίου πόντου.
Τῆ φρεγάδι εὐχόμεθα καρδιόθεν εὖ τύχην καὶ ταχέως πάλιν δεῦρο ἐν τῇ πατρίδι ἐλθεῖν. Ἡ ἡμῶν διάνοια ἀλλὰ καὶ ὁ λογισμὸς σὺν αὐτοῖς ἔσται κατὰ τὴν ναυσιπλοΐαν...
2 σχόλια Blogger 2
Τελικά απέπλευσε η φρεγάτα.
Δημοσίευση σχολίου