Ἄρτι ἐγερθεὶς ἐξ ὕπνου καὶ ἔτι εὐναῖος ὤν, ὦ φίλοι, ἀναγιγνώσκω τὰ καινότερα εἰς ἐφημερίδας καὶ ἰδοὺ τὶ ἀναγιγνώσκω: 

"..Ταῖς δυνάμεσι τῶν ΜΑΤ ἐκέλευσαν οἱ ἀρχεύοντες, βία εἰσιέναι εἰς τὸ Ἀριστοτέλειον τῆς Θεασαλονίκης πανεπιστήμιον ἵνα συλλάβωσι τοὺς φέροντας τῆς κεφαλῆς καλύπτρας, γνωστοὶ τοῖς πᾶσιν ὡς κουκουλοφόροι, οἵτινες διὰ καταλήψεως τοῦ πανεπιστημίου ἐκράτουν. Οὕτως ἡ πρὸς ἀλλήλοις μάχη ἄρχετο ἐντὸς τοῦ πανεπιστημίου, βάλλοντες ἀλλήλους τὰ μὲν ΜΑΤ χειροβομβίδαις κρότου, οἱ δὲ κουκουλοφόροι βόμβαις μολότοφ, ἐξ ὧν πολλὰ αὐτοκίνητα ὀχήματα καὶ οἰκίαι πυρὶ κατεκάησαν εἰς τέφραν..."
Ἀναγιγνώσκων τοιαῦτα αἰσχρὰ ἔργα ἔδοξε μοι ἐν στιγμῇ, ὅτι οὐκ ἐν Ἑλλάδι ἀλλὰ ἐν ἄλλῃ, τοῦ καλουμένου τρίτου κόσμου χώρᾳ, τοιαῦτα ἔργα βαρβάρων γίγνονται. Καὶ ὅτε συνῆκα ὅτι περὶ τῆς Ἑλλάδος ἡ ἐφημερὶς ἔλεγεν, μάλα ἐλυπήθην. Πῶς τοῦτο δυνατὸν ἐστιν, ὅτι βάρβαρα τοὺς τρόπους μειράκια, τοιαῦτα αἰσχρὰ ἔργα πράττουσιν, ἅτινα οὔποτε οὐδὲν ὑπέρ τῆς Ἑλλάδον ἔργον ἔτι ἔπραξαν; Καὶ τὶς τὰς ζημίας ἀποτίσει; Καὶ ποῦ ἡ νομοφυλακὴ ἐστιν; Πρὸς τὶνα λόγον αὐτοῖς μισθὸν μηνὸς ἀποδίδομεν; Ἐν ἑκάστῃ πόλει, ἐν ᾗ πανεπιστήμιὸν ἐστιν, τὰ αὐτὰ ἐπὶ πολλοὺς χρόνους γίγνονται. 
Ὁ νῦν ἐφ’ ἡμῶν πρωθυπουργὸς πρὶν ἐπὶ τῆς ἀρχῆς γενέσθαι, ψευδόμενος ἐβόα ὅτι τοὺς κοκουλοφόρους συλλήψεται ἅμα τῇ γενέσει του ἐπὶ τῆς ἀρχῆς. Καὶ τὶ ἐγένετο; Οὐδὲν ὡς ἀληθῶς εἰπεῖν. Ἀμφὶ τοὺς πέντε χρόνους ἐπὶ τῆς ἀρχῆς ἐστιν καὶ ἐπὶ τὰ χείρω τὰ πράγματα βαίνουσιν. Οὐ μόνον τὰ περὶ τῶν κουκουλοφόρων, ἀλλὰ ἅπαντα. Τὸ κράτος, τὸ ἄδικον καὶ ἡ βὶα ἐφ’ ἡμῶν πρωθυπουργεύουσιν... Οἱ μὲν ἐπὶ τῶν ὑπουργείων ὄντες, μισθὸν μηνὸς ἀμφὶ τὰς δέκα χιλιάδας Εὐρὼ πράττουσιν, οἱ δὲ πλεῖστοι τῶν πολιτῶν καὶ δὴ οἱ ἐν συντάξει ὄντες, ἀμφὶ τὰ ἑξακόσια Εὐρὼ. Οὕτω τὸ κράτος δικαίου ἐστὶν;
 Λυπηρὸν καὶ ἀπάνθρωπον.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top