Πολλὰ ἔτη προσεδόκει, ὦ φίλοι, ὁ Κάρολος βασιλεὺς γενέσθαι τῆς Βρεττανὶας, καὶ νῦν ὅτι ἐγένετο, καρκίνῳ νοσεῖ καὶ δὴ καρκίνῳ τοῦ προστάτου ὅς ταχέως μεταστήσας ἔχει ἐκ τοῦ προστάτου εἰς τὰ ὀστᾶ αὐτοῦ κατὰ τὴν ἐφημερίδα Mirror. Οὕτω κατὰ τὴν Mirror ὅτι οὐχ οἷος τ’ ἐστὶ τὴν ἀρχὴν ἀσκεῖν ὁ Κάρολος τῆς νόσου ἕνεκεν, δεῖ ἐπὶ τῆς βασιλείας ὁ Οὐίλιαμ γενέσθαι ὡς τάχιστα μάλιστα, ὅ καὶ ἐν κρύπτῳ τοῦτο παρασκευάζουσιν ἐν τοῖς ἀνακτόροις, ἵνα μή τοῦτο ὁ Χάρι μάθῃ.

Καθὰ λέγεται, ὁ καρκίνος ὅς τὸν Κάρολον ἀπροσδοκήτως εἷλεν, μάλα ὁρμητικὸς ἐστὶν, ἄγων οὕτως τὸ Κάρολον ταχέως εἰς τὸ τέλος τοῦ βίου αὐτοῦ, εἰ καὶ οἱ ἰατροὶ τὰ πάντα πράττουσιν ἵνα αὐτὸν ἰάσωνται. Πάνυ ὅμως χαλεπὸν τοῖς ἰατροῖς τοῦτο δοκεῖ εἶναι. Λυπηρὸν.

Ὁ Χάρι, ὡς ἴστε, εἰς Ἠνωμένας τῆς Ἀμερικῆς Πολιτείας πρὸ ἐτῶν μετὰ τῆς συντρόφου αὐτοῦ τε καὶ υἱοῦ μετῴκησεν, ἔνθα καὶ νῦν ἐστιν. Οὐκ ἔχω εἰπεῖν τὶ μέλλει γενέσθαι, ὦ φίλοι, ἀλλὰ ὅτι καλὸς ἄνθρωπος μοι δοκεῖ εἶναι, εὔχομαι τῷ Καρόλῳ τάχα αὖ πάλιν εἰς τὸ ὑγιεινὸν γενέσθαι. Πολλάκις γὰρ δεῦρο εἰς Ἑλλάδα ἐπὶ ἀναψυχὴν παρεγένετο καὶ ἐπαίνους ὑπὲρ ἡμῶν εἴρηκεν. Θεὸς τις φιλάνθρωπος χεῖρα βοηθείας πρὸς αὐτὸν ὀρέξῃ. Γένοιτο.. 

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top