Ἴδετε, ὦ φίλοι, τὸν πρωθυπουργὸν τοῦ Λουξεμβούργου καὶ τὴν γαμετὴν αὐτοῦ εἰς ἐορτὴν τινα προσερχομένους. Ναὶ, φίλοι, ὡς ὁρᾶτε ὁμόφυλον ζεῦγος ἐστὶ, ἀνὴρ πρὸς ἄνδρα, ἐξ ὧν ὁ μὲν πρωθυπουργὸς ὁ ἀνὴρ ἐστι, καὶ ὁ ἕτερος ἀνὴρ, ὁ ἀμπεχόμενος ὡς γυνὴ, ἡ τοῦ πρωθυπουργοῦ γαμετὴ. Ἴσως, ὦ φίλοι, ἔγωγε ἔτι ἐν τῷ μεσαίῳνι ζῶ καὶ οὐ δύναμαι νοῆσαι ὅτι μάλα ἀναγκαῖον τοῦτο ἐστὶν τοῖς ὁμοφύλοις ἀνθρώποις, ἀλλὰ ἄτοπον μοι δοκεῖ τοῦτο εἶναι. Καὶ δεῦρο ἐν Ἑλλάδι ἀνέγνων ὅτι ἕν ὁμόφυλον ζεῦγος γυναικῶν καὶ ἕν ἀνδρῶν ἥδη διὰ τῶν ἐφημερίδων προήγγειλαν ὅτι τάχα μέλλουσιν εἰς γάμον ἐλθεῖν, αἱ μὲν γυναῖκες ἐν τῷ Ἀθηνῶν δημαρχείῳ, οἱ δὲ ἄνδρες ἐν τῷ τῆς Νέας Σμύρνης. Μάλιστα δὲ καὶ παιδὶον βούλονται τάχα υἱοθετῆσαι ἵνα ὅπως βοῶσι πλὴρης ὁ γάμος αὐτῶν γένηται, ὡς καὶ τῶν ἑτεροφύλων ἐστὶν. 

Οὐκ οἶδα, ὦ φίλοι, τὶ ἄν οἱ ἡμῶν πρόγονοι ἔλεγον εἰ ἐν τῷ παρόντι μεθ’ ἡμῶν ἔζων. Ἐξ ὧν ἴσμεν οὐκ ἐξῆν ἐν ἐκείνῳ τῷ χρόνῳ τοῖς κιναίδοις ἐν οὐδεμίᾳ ἀρχῆ μετέχειν, οὐδὲ ἐν πρεσβείαις ὑπέρ τῆς πόλεως μετέχειν. Ὁ Σωκράτης ἐν Γοργίᾳ διαλεγόμενος τοῖς παρισταμένοις, αἰσχρὸν τὸν βίον τῶν κιναίδων ἀποφαίνει. Οἱ Ἕλληνες εἶναι οἵτινες τὴν νῦν πατριαρχικὴν οἰκογένεια, συνισταμέμη ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς, ηὗρον. 

Μάλιστα δὲ τοῦτο ἐστὶν ὅ τὸν ἐμὸν νοῦν ἐξέπληξεν. Ὅτι πειρῶνται οἱ νῦν κιναίδους πάντας τοὺς ἡμῶν προγόνους ἀποδεῖξαι ὡς ὁ Ἀλέξανδρος ὁ Μέγας, ὁ Σωκράτης, ὁ Δημοσθένης καὶ ἄλλοι. Καὶ πόθεν τοῦτο οὕτω καλῶς οἴδασιν; Πόθεν δήλα δη τεκμαίρεται ὅτι ὁ Σωκράτης ὁμόφυλος ἦν; Τῷ ἀνδρὶ ἦσαν παῖδες τρεῖς καὶ γυνὴ, ἡ Ξανθίππη, ἥν μάλα ὁ Σωκράτης ἐφίλει. Ἀγαθὴ ὡς νύξ ἥδε ὑμῖν γένοιτο. 



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top