Καὶ ἐν ᾧ ἐν διαλόγῳ πρὸς φίλον τινα ἐτύγχανον ὤν, ὦ φίλοι, τὸ ἐμὸν τηλέφωνον ἔκρουσεν. Ἀναλαβὼν οὖν αὐτὸ ἐβόησα:
-Πρόβητε. Τίς εἶ;
Καὶ τότε ἤκουσα φωνὴν γυναικός κλαίουσα μεθ' ὀδύνης καὶ λέγουσα τοιαῦτα:
Μάλα ἀλγῶ, ὦ πάτερ. Ἔθλασα τὸν ἐμὸν πόδα καὶ νῦν ἐν νοσηλευτηρίῳ εἰμὶ πρὸς χειρουργὶαν, καὶ χρεία ἐστι χρημάτων πρὸς τοῦτο. Βοήθησον μοι πάτερ, ἡ θυγάτηρ σου Ἑλενίτσα εἰμὶ..
Καὶ τότε λαβὼν τὸ κινητὸν ἀνήρ τις, μοι ἔφη: Ἄκουσον ἐμοῦ μετὰ προσοχῆς.Ἐγὼ εἰμὶ ὁ ἰατρὸς, καὶ ἡ θυγάτηρ σου χρῄζει ταχείας τομῆς καὶ πρὸς τοῦτο παραχρῆμα χρήματα δέονται, ἵνα μὴ πληγῇ διὰ σἠψεως ὁ πούς. Ἐν ᾧ δ’ ὁ ἰατρὸς ἔλεγε τοιαῦτα, ἡ ..ἐμὴ θυγάτηρ ἐβόα:
Ταχέως, ὦ πάτερ, ταχέως. Μάλα γὰρ ἀλγῶ. Δὸς τῷ ἰατρῷ ὅσα σὲ ἐρωτᾷ, ἵνα ὑγιὴς αὖ πάλιν εἰς σε ἔλθω. Παρακαλῶ σε ὦ πάτερ..
Ἐγὼ δὲ ἀμέσως ἔγνων ὅτι δόλιοι ἦσαν.Ἐμνήσθην γὰρ τῆς ἐμῆς θυγατρός Βασιλικῆς, ἣ μοι περὶ τούτων δολίων ἀνθρώπων τὸ πρότερον ἔλεγεν, ἅ παρὰ τῆς τηλεοράσεως ἀκήκοεν. Ὑποκρινόμενοι τοὺς νοσοῦντας, τηλεφωνοῦσι καὶ αἰτοῦσιν ἄμεσα ἀργύρια παρὰ τῶν οἰκείων αὐτῶν.
Οὕτως οὖν ἀποστείλας αὐτοὺς ἐς κόρακας, κατέκλεισα τὸ τηλέφωνον.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου