Οἷον δεινὸν τὸ κάλλος τοῦ Ἀντινόου ἦν! Δοκῶ ὅτι καὶ τοῦ Ἀλκιβιάδους καλλίων ἦν!! Τὶ, οὐκ ἦν; 
Ὁρᾶτε τὴν ὥραν, ὦ φίλοι, ἐν ᾗ Γάλλοι ἀρχαιολόγοι ὀρύττοντες ἐγγὺς τοῦ νεὼ τοῦ Ἀπόλλωνος, τοῦ ἐν Δελφοῖς ὄντος, τὸ ἀγαλμα τοῦ Ἀντινόου εὑρὶσκουσι, τῷ θἐρει τοῦ 1894. 
Ὁ Ἀντίνοος, Ἕλλην τὸ γένος ἐκ τῆς Βιθυνίας ἦν, ἐκπληκτικώτατον τὸ κάλλος ἔχων, ἐξ οὗ καὶ ὁ μάλιστα πάντων φιλούμενος ἑταῖρος τοῦ Ἀδριανοῦ ἐγένετο. Νέος ἔτι ὤν ὁ Ἀντίνοος, τὸν ἑαυτοῦ βίον ἀπώλεσεν ἀπροσδοκήτως ἐν Αἰγύπτῳ, ἐγγὺς τοῦ Νείλου. Οὐκ ἔστι δ’ οὐδεὶς ὅς τὸ αἴτιον τοῦ ἀπροσδοκήτου θανάτου αὐτοῦ οἶδεν. 
Οὗτος ὁ θάνατος πολλὴν τῷ Ἀδριανῷ λύπην παρέσχεν, ὅς οὐ μόνον μέγας τῶν Ἑλλήνων θαυμαστὴς ἦν ἀλλὰ καὶ τῶν Δελφῶν ἀγαθὸς εὐργέτης. 
Οὕτω τῷ Ἀδριανῷ ἔδοξε ἀνδριάντας τοῦ Ἀντινόου ἐν ἐκάστῃ τῆς αὐτοκρατορίας πόλει ποιῆσαι ἀλλὰ καὶ ἐν ἑκάστῳ ἱερῷ τόπῳ, ὅπερ καὶ ἐγένετο.
Πρὸς τοῦτο καὶ ἀγῶνας ὁ Ἀδριανὸς κατεστήσατο κατὰ τὴν πᾶσαν αὐτοκρατορίαν εἰς μνήμην τοῦ Ἀντινόου. Τῷ 130, ἐν ᾧ ὁ Ἀντίνοος ἀπέθανεν, ἀνδριάντα αὐτοῦ ἐν τῷ νεῲ τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος ὁ Ἀδριανὸς ἐποίησεν, ἔνθα ὡς θεὸς ὁ Ἀντίνοος ἐτιμᾶτο. Τὸν ἀνδριάντα ἐκεῖνον ἐν εἰκόνι ὁρᾶτε, ὅς εἷς ἐκ τῶν καλλίστων τῶν πώποτε γενομένων ἐστὶν. 

Τὰ νῦν ὁ ἀνδριὰς ὅδε ἐν τῷ ἐν Δελφοῖς μουσείῳ είς ἐπίδειξιν κεῖται..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top