Εἰς τὸ πωλητήριον Χαρμάνης ἐν τῷ ἄρτι προτέρῳ τὴν Ἑλένην ἤγαγον, τὸ παρὰ τὴν λεωφόρον Βουλιαγμένης κείμενον, ὠνησομένην εἴδη καλλωπισμοῦ. Περίφημον γὰρ τὸ πωλητήριον τόδε ἐστὶν. 
Ἐν ὅσῳ ἡ Ἑλένη ἐωνεῖτο τοῦ πωλητηρίου ἐντὸς, ἐγὼ εἰς τὸ χωρίον σταθμεὐσεως, ὄπισθεν τοῦ πωλητηρίου, ἀνέμενον αὐτὴν. Καὶ ἐξαίφνης τὶ οἴεσθε ὅτι ὁρῶ; Τὸ ἅπαν οἰκοδόμημα τοῦ Χαρμάνη ᾠκοδομημένον ἐπὶ οἰκισμοῦ ἀρχαίου ἐστὶν!! Τὶ οὐ πείθεσθε μοὶ; Ἴδετε οὖν τὰς εἰκὸνας. 
Οὐκ οἶδα τὶς ὁ οίκισμὸς οὗτος ἐστὶν, οὐδὲ τὶ εὗρον περὶ τούτου εἰς διαδίκτυον ζητῶν. Γράφω δὲ περὶ τούτου ἵνα ὑμᾶς ἐρωτήσω εἰ τὶ οἲδατε περὶ τούτου. Ποῖος οὗτος ὁ οἰκισμὸς ἐστιν; Προσέτι ἀπορίας ἄξιον δοκεῖ μοι καὶ τοῦτο, πόθεν ἄδειαν οἰκοδομῆσαι ἔλαβον οἱ τοῦ χωρίου τοῦδε κύριοι;

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top