Ἄν, ὦ φίλοι, τὰ ἀρχαῖα οἰκοδομήματα καὶ ἐν ἐρειπίοις ἴδωμεν, πολλάκις ἐκπληττόμεθα ὑπὸ τοῦ κάλλους αὐτῶν, λογιζόμενοι πρὸς ἑμαυτοὺς "πῶς τοῦτο δυνατὸν ἦν ἐν ἐκείνῳ τῷ χρόνῳ γενέσθαι; πῶς δῆτα αὐτὸ ἐποίησαν;" 
Οὕτω καὶ ἐγὼ ὡς εἰκὸς ἐξεπλάγην ὑπὸ τοῦ κάλλους τοῦ συνημμένου οἰκοδομήματος, ἐν ᾧ τὰ βασίλεια ἐνδιαιτήματα τοῦ Φιλίππου ἦσαν, ἅ ἐν ταῖς Αἰγαῖς τὸ παλαιὸν ἔκειντο. 
Ἔοικεν δὲ τὸ ἥδιστον οἴκημα ἁπάντων ἐνδιαιτᾶσθαι κατὰ τὸ παλαιὸν ἦν. Λόγος δ' ἐστιν ὡς τῷ Παρθενῶνι ὁμοῦ τὰ πλέον πεφημισμένα οἰκοδομήματα ἐν τῷ τότε ἦν. 
Τὸ Βασίλειον τόδε τρὶς τόσον, ὅσον ὁ Παρθενὼν τὸ μέγεθος ἦν, τὸ μέγιστον ἁπάντων ὄν, τῶν κατὰ τὴν Ἑλλάδα ἐν ἐκείνῳ τῷ χρόνῳ ὄντων.
Καὶ τίς ὁ ἀρχιτέκτων τῶν βασιλείων τοῦ Φιλίππου ἦν; Τίς ἕτερος, ὦ φίλοι, εἰ μὴ ὁ Πυθεὸς. Ὁ δαιμόνιος οὗτος ἀρχιτέκτων ὁ ποιήσας τὸν νεὼν τῆς Πολιάδος Ἀθηνᾶς ἦν, τῆς ἐν Πριήνῃ κειμένης, ἀλλὰ καὶ τὸ ἐν Ἁλικαρνασσῷ μαυσωλεῖον ὅ ἕν τῶν ἑπτὰ ἀρχαίων θαυμάτων ἦν. Εἰς τοσοῦτο μέγα τῆς τέχνης ὁ Πυθεὸς ἀφιγμένος ἦν!! Πρὸς ἀνατολὰς ἡ πελώριος πύλη ἦν, ἡ θόλος καὶ τὰ τῶν ἐπισκεπτῶν ἐνδιαιτήματα. Πρὸς βορρᾶν τὰ βασίλεια ἐνδιαιτήματα καὶ τὰ δώματα συμποσίων.
Τὰ νῦν μόνον τὰ ὀλίγα ἀπομένοντα ἐρείπια τῶν λαμπρῶν ἐκείνων Βασιλείων οἷον τ' ἰδεῖν ἐστιν.


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top