Χειμὼν μέγας ἐπιγίγνεται, ὦ φίλοι, καὶ χιόνες πολλαὶ ἐπιπεσοῦνται οὐ μόνον κατὰ τὴν βόρειον Ἑλλάδα ἀλλὰ καὶ κατὰ τὴν Ἀττικὴν, χιόνες αἵτινες ποιοῦσιν τὰς ὁδοὺς ὀλισθηρὰς. Ὡς εἰκὸς, ὦ φίλοι, ἀναγκαῖον ἐστὶν, ἀπὸ αὔριον τὰς ἁμάξας καὶ ἐν τῇ Ἀττικῇ ἁλύσεις φέρειν.
Οὐκ ἐπὶ πολὺν ὁ χειμών ὅδε διαμείνει, ἀλλὰ ἐπ’ ὀλίγας ἡμέρας μόνον. Ὅσοι δ’ ἐξ ὑμῶν ἐκπορεύσεσθε ἐκ τῆς οἰκίας, εὖ ἱματίοις περιβάλεσθε καὶ φροντίζετε ἐν ταῖς ὀλισθηραῖς ὁδοῖς, ὅπως μὴ προσδοκήσητε πτῶσιν.
Ἔγω μέλλω ἐν οἴκῳ μεῖναι, ἑβδομηκοντούτης ἤδη ὤν, ἔργα ποικίλα ἐν τῷ οἴκῳ ποιῶν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου