Ἡ ἡμέρα προβαίνει, ὦ φίλοι, καὶ ἀναστῆναι ἐκ τῆς εὐνῆς οὐ βοὺλομαι, ἀλλὰ δεῖ με. Ἡ ἐνάτη ὥρα ἤδη ἐστὶν καὶ περὶ τοῦ Παρθενῶνος πρὸς ἑμαυτὸν εὐναῖος λογίζομαι. 
Καὶ τὶς οὐχ ἥρπασεν ἐκ τοῦ Παρθενῶνος, ὦ φίλοι; Χαλεπὸν εὑρεῖν χώραν τινα, ἥν μὴ τὶ ἀρχαῖον ἐκ τῆς Ἑλλάδος ἔχῃ. Καὶ τίνα πρῶτον μνημονεύσωμεν; Τοὺς Βρεττανοὺς; Τοὺς Γάλλους; Τὶνα; 
Ἀλλὰ τοῦτο ὅ μεγάλην μοι ἀπορίαν παρεσκεύασεν, εἰσὶ οἱ Δανοὶ, ὅτι καὶ οὗτοι ἥρπασαν πολλὰ ἐκ τοῦ Παρθενῶνος, ἐν οἷς καὶ ἡ τοῦ Κενταύρου κεφαλὴ ἥν ἐν εἰκόνι ὁρᾶτε. 
Ἦν ποτε χρόνος, ὡς ἲστε, ἐν ᾧ ὁ βάρβαρος Μοροζίνη βλήμασι τὴν Ἀκρόπολιν ἔβαλεν, βουλόμενος τῶν Τούρκων κρατῆσαι οἵτινες ἐν Ἀκροπόλει ἐτύγχανον πολιορκούμενοι ὄντες.
Ἐκ τῶν βλημάτων ἐκείνων, ἕν ἐπὶ τὸν Παρθενῶνα ἔπεσεν, ἐντὸς οὗ οἱ Τοῦρκοι τὴν πυρίτιδα ἐφύλαττον. Οὕτως, ὁ Παρθενὼν ἐκ τῆς ἐκρήξεως τῆς πυρίτιδος κατέρρευσεν. 
Ἦν δὲ τῷ 1688 ἐν Ἀθήναις ὁ Moritz Hartmand, Δανὸς τὸ γένος, ὅς ἁρπάσας τὴν κεφαλὴν τοῦ Κενταύρου ἐκ τῶν ἐρειπίων, ἀπέστειλεν αὐτὴν σὺν ἄλλοις ἀρχαίοις ἐκ τοῦ Παρθενῶνος, τῷ βασιλεῖ τῆς Δανὶας, τῷ Christian V, ὡς δῶρον, καὶ ἐκ τοῦ τότε, ἔτι καὶ νῦν ἐν τῷ μουσεἰῳ τῆς Κοπενχάγης εἰς ἐπίδειξὶν ἐστιν. Ἡ κεφαλὴ ἐκ τῆς μάχης τῶν Λαπιθῶν πρὸς τοὺς Κενταύρους ἐστὶν, οἳτινες ἡμιάνθρωποι ἦσαν, ὄντες τὸ ἥμισυ μετὰ ἀνθρώπου σώματος καὶ τὸ ἕτερον ἥμισυ μετὰ ἵππου. 
Καίτοι πολλάκις οἱ Ἕλληνες αἰτήσαντο παρὰ τῶν Δανῶν τὴν κεφαλὴν τοῦ Κενταύρου, οἱ Δανοὶ, ὥσπερ καὶ οἱ Βρεττανοὶ, οὐ βούλονται ὀπίσω αὐτὴν ἡμῖν δοῦναι, βοῶντες ὡς κύριοι τῆς κεφαλῆς οὗτοι εἰσὶν ἥν ἐκ τοῦ ὀλέθρου ἔσωσαν. Πάντες οἱ κλέπται ὅμοιοι ἀλλήλοις εἰσὶν...
Ὀψόμεθα τὶ μέλλει γενέσθαι...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top