Ἐμοὶ ἡ καλὴ θυγάτηρ Βασιλικὴ πρόσφατον ἐπρίατο μηχάνημα τι ὅπως ἐν τῇ τηλεοράσει ἀγῶνας ἀθλητικοὺς οἷος τ’ εἰμι θεάσαθαι, τὸ εἶδος Cosmote. Οὕτως ἠρξάμην θεάσασθαι ἀγῶνας καλαθοσφαιρίσεως ἐκ τoῦ NBA.
Εἶδον οὖν ὅτι τὰ ἐκεῖ στάδια οὐ μόνον μείζονα τῶν ἐνθάδε ἐστὶν, ἀλλὰ καὶ ἐν θαυμαστῇ ἀρμονίᾳ πεποιημένα καὶ πλήρη χρωμάτων. Οἱ τὸν ἀγῶνα θεόμενοι καὶ ἐκ τῶν δύο ἀγωνιζομένων πρὸς ἀλλήλας ὁμάδων ὄντες, ἐν εἰρήνῃ πρὸς ἀλλήλους εἰσὶν, ὡς ἄν ἑορτὴν μᾶλλον ἤ ἀγῶνα θεῶνται!!
Καὶ εὐθὺς ἐμνήσθη τὰ ἐν τοῖς ἡμετέροις σταδίοις συμβαίνοντα δεινὰ καὶ λύπη μ’ ἔλαβεν.
Ἐμνήσθην οἵα δεινὴ μοίρα τὸν νομοφύλακα ἐλόχα, τοῦ σταδίου Μελίνα Μερκούρη ἐξωθι, ὅς ἐν νοσηλευτηρίῳ ἔτι ἐν ἀφασίᾳ κεῖται.
Ἐξ αὐτῶν τῶν λυπηρῶν γεγονότων δεῖ μαθεῖν ὅτι ἔθνος ἐσμέν ὑστερημένων πνευματικῶς ἀνθρώπων. Βαρβάρους δ’ ἄν ἐκάλουν ἡμᾶς οἱ ἡμῶν πρόγονοι. Αἰδὼς..
Δεῖ τὶ γενέσθαι..



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top