Ἰδοὺ καὶ Μυκηναϊκὸν ἅρμα, ὦ φίλοι, πηλῷ κεράμου πεποιημένον, ὅ ἐν τάφῳ λαξευμένῳ ἐγγύς Λαρίσης εὑρέθη. Γνωστὰ δὲ τὰ τοιαῦτα ἅρματὰ ἐστιν ἐκ γραφημάτων ἐν ἀγγείοις ἀπὸ τοῦ πολέμου, τοῦ Τρωικοῦ.
Τοιαῦτα γὰρ ἦσαν τὰ ἅρματα οἷς οἱ Ἀχαιοὶ ἐχρῶντο, καὶ δὴ τὸ Ἀχιλλέως ἅρμα ὅ ὁ Πάτροκλος ὑπὲρ Ἀχιλλέως ἐπὶ τῶν Τρώων ἤγαγεν. 
Ἀλλὰ καὶ εἰς θήραν ἐχρῶντο τοῖς ἅρμασιν τοῖσδε, καὶ εἰς ἀγῶνας, καὶ εἰς ποικίλας πομπὰς. Μέμνησθε γὰρ, ἐπὶ παραδείγματι, ὅτι ἐν ταῖς τελεταῖς τοῦ Πατρόκλου, ὁμοίῳ ἅρματι ὡς τὸ ἐν εἰκόνι, ἐχρήσαντο.
Δῆλον ἐκ τούτων ὅτι πάνυ σπουδαῖον τὸ εὕρημα τόδε ἐστὶν, ὅ ἐν τῷ ἀρχαιολογικῷ τοῦ Βόλου μουσείῳ τὰ νῦν κεῖται.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top