Ἀκήκοατε ποτέ, ὦ φίλοι, περὶ τοῦ περιφήμου Ἑλληνικοῦ ποδός, καθ’ ὅν ὁ δεύτερος δάκτυλος, ὤν μακρότερος, ὑπερέχει τῶν λοιπῶν; Ἔστι δὲ τοῦτο πάνυ σαφὲς τοῖς πολλοῖς, ὅταν τις ὁρᾷ ἀγάλματα Ἑλληνικὰ, ὡς δεῦρο ὑποκάτω ὁρᾶτε.
Τὸ πρῶτον ἐνομίζετο εἶναι ἀνάλογος ὁ δάκτυλος τῷ Χρυσῷ Ἀριθμῷ τοῦ Εὐκλείδου, ὃν οἱ ἀνδριαντοποιοὶ πρὸς ἀρμονίαν ἐζήτουν ποιοῦντες ἀνδριάντας. 
Ἐν τῷ ὑστέρῳ ὅμως ἴδιον τῶν Ἑλλήνων γνώρισμα τοῦ γένους αὐτῶν ἐνόμιζον εἶναι. Καθὰ δὲ ἱστορεῖται, εἰσὶ τρία εἴδη ποδῶν. 
Ὁ μὲν Ἑλληνικὸς ποῦς ἔχων τὸν δεύτερον δάκτυλον μακρότερον, ὡς ἤδη προείρηται, ὁ δὲ Ῥωμαϊκὸς ἔχων τοὺς τρεῖς πρώτους δακτύλους ἲσους ἀλλήλοις καὶ ὁ Αἰγυπτιακὸς ἔχων τὸν πρῶτον δάκτυλον μέγαν καὶ τοὺς λοιποὺς γωνίαν 45 μοιρῶν ποιοῦντας.
Ἐν Ἑλλάδι, ἐκ διαπραχθείσης πρὸς τοῦτο μελέτης, εὑρέθη ὅτι τῶν ἐν τῇ μελέτῃ ἀνδρῶν τὸ μὲν 62 πρὸς τὸ μέρος Ἑλληνικὸν πόδα ἔχει, τὸ δὲ τῶν γυναικῶν μόνον τὸ 32 πρὸ τὸ μέρος.
Οὐκ οἶδα, ὦ φίλοι, εἰ τὰ γεγραμμένα ἀληθῆ ἐστιν, ἀλλ’ ἐπιβλέπων τὸν ἐμὸν πόδα, μᾶλλον Αἰγυπτιακῷ ἔοικεν ἢ Ἑλληνικῷ.
Πῶς δοκεῖ ὑμῖν τοῦτο; Τὶ πόδα ὑμεῖς ἔχετε;

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top