Χαίρετε ὦ φίλοι καὶ ὑγιαίνετε. Ὀμβρίου τοῦ καιροῦ ὄντος τῇ σήμερον, βουλεύομαι οὐ περὶ τῆς ἀρχαίας Ἑλλάδος ἀλλὰ περὶ ἑτέρου πράγματος τινος εἰς λόγους ἀφικέσθαι. Περὶ τοῦ ποταμοῦ Νέστου, ὦ φίλοι. Τὸ δὲ αἴτιὸν ἐστιν  ὅτι εἶδον ἐν τῷ διαδικτύῳ τινὰς περιγραφὰς περὶ τοῦ ποταμοῦ τοῦδε καὶ μάλα ἐξεπλάγην ὑπὸ τῆς ἱστορίης καὶ τοῦ κάλλους τοῦ ποταμοῦ τοῦδε. 
Ὑμεῖς δὲ ἴστε τὸν Νέστον, ὦ φίλοι; Πόθεν ὁρμώμενος εἰς τὸ Αἰγαῖον ἐκβάλλεται; Γινώσκετε, φίλοι, ὁπόσα πολλὰ εἴδη ζῴων, πτηνῶν καὶ ἐμβρύων διασώζονται ἐν τῷ Νέστῳ; Πόσος μέγας κατὰ τὸ μῆκος ἐστὶν ἀλλὰ καὶ πόσους ὑποποταμίους δρυμοὺς φέρει; Πολλαὶ αἱ ἀπορίαι περὶ ὧν πειράσομαι ἐν ὀλίγοις εἰπεῖν.
Τῶν μεγίστων τῶν ἐν Ἑλλάδι ὄντων, ὁ Νέστος ἐστὶν ὅς ἐπὶ τοῖς ὀρίοις Μακεδονίας τε καὶ Θράκης τὸν ἑαυτοῦ ῥόον ποιεῖ. Πηγάζων ἐκ τῶν ἐν Βουλγαρία ὀρέων Ρίλα, εἰς τὸ Αἰγαῖον ἐκβάλλεται εἰς 243 χιλιόμετρα ῥοῦ, ἐξ ὧν τὰ 130 ἐν Ἑλλάδι ἐστὶν. 
Μέγα δέ Δέλτα ποιεῖ καί αὐτός ἐν τῇ Θράκης γῇ, τῷ Αἰγυπτίῳ Δέλτα παραπλήσιον, μέγεθος ἔχον, 550.000 τετραγωνικῶν χιλιομέτρων ὅ ἐστιν τῶν μεγίστων ὑδροβίων τόπων κατὰ τὴν Εὐρώπην. 
Κατὰ τὸν Ἡρόδοτον, πλῆθος λεόντων ἐν τοῖς ὑποποταμίοις τοῦ Νέστου δρυμοῖς τὸ παλαιὸν ἔζων, τὰ δὲ νῦν ἄσυλον ἤ τροφὴν εὑρίσκουσιν τριακόσια ἕτερα εἴδη ὀρνίθων, τριάκοντα ἕτερα εἴδη ὀρνεοφάγων, ἕνδεκα ἕτερα ἀμφίβια, εἴκοσι καὶ ἕν εἴδη ἐρπετῶν, πολλὰ δὲ καὶ τὰ ἰχθύων εἴδη ἅ ἐν τῷ καλουμένῳ Δέλτα τοῦ Νέστου ζῶσιν.
Ἐν τῇ Ἑλληνικῇ μυθολογίᾳ, ὁ Νέστος ἢ Νέσσος ἐγενήθη ἐν ἀρχῇ χρόνου πρὸ τοῦ ἀνθρώπων γεννηθῆναι. Γεννᾶται δε σὺν τρισχίλιοις τετρακοσίοις πεντήκοντα ῥεύμασι καὶ τρισί νύμφαις. Πατὴρ αὐτοῦ ἦν Ὡκεανός, μήτηρ δὲ ἦν Θέτις.
Πρὸς τούτοις, καὶ ὡς θεὸς ἐν τοῖς ἀρχαϊκοῖς χρόνοις ἐτιμᾶτο ὁ Νέστος. Ἐν οὐδενὶ δε τῶν ἀρχαίων γεγραμμένων μνημονεύεται πλοῦς ἐν τῷ Νέστῳ, ἴσως ὅτι ἀσταθὴς ὁ ῥοῦς αὐτοῦ ἐστιν. 
Οὗτος ἐν ὀλίγοις ὁ Νέστος ἐστὶν οὗ πολλὰς εἰκόνας δεῦρο ἀναρτῶ. Ἴδετε τὸ κάλλος τοῦ ποταμοῦ!! 
Ἄξιος ἐπισκέψεως μοι δοκεῖ εἶναι, ὅ κἀγὼ μέλλω εἰς ἐπίσκεψειν ἐκεῖ γενέσθαι ἐν εὐθέτῳ ἡμῖν χρόνῳ.

Εὐμήχανος..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top