Τί ἐστιν τοῦτο, τὸ πρὸς τὸν Ἀτλατικὸν πόντον βλέπον, εὐπρεπὲς οἰκοδόμημα; Πῶς καλεῖται καὶ ποῦ ἔστι τοῦτο κείμενον; 
Ὁ Πύργος τοῦ Ἡρακλέους ἐστὶ, ὦ φίλοι, κείμενος ἐν τῇ Κορούνια Ἱσπανίας, ὅς τῷ δευτέρῳ αἰῶνι ἐπὶ τοῦ Ῥωμαίου αὐτοκράτορος Τραϊανοῦ ᾠκοδομήθη καὶ ἐκ τοῦ τότε ἔτι ἐν λειτουργίᾳ ὡς φάρος κεῖται. 
Εἰρήσθω ἐν παρόδῳ, ὅτι ὁ εὑρετὴς τοῦ φάρου ὁ Θεμιστοκλῆς, ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐστιν ὅς τὸν πρῶτον φάρον ἔξωθι τοῦ λιμένος Πειραιῶς ἐποίησεν, οὗ τά ἀπομένοντα ἐρείπια ἔτι ἐν τῇ καλουμένῃ "Ναυτικὴ Διοίκηση Αἰγαίου" κεῖται. 
Ἐπὶ ὕψους ἀμφὶ τὰ πέντε καὶ πεντήκοντα μέτρα κείμενος, συνημμένος εἰς μύθους πολλοὺς τῷ Ἡρακλεῖ ἐστιν, ἐξ οὗ καὶ τὸ ἑαυτοῦ ὄνομα ἔλαβεν.
Δυστυχῶς οὐδὲν ἐν ἡμῖν παρόμοιὸν ἐστιν οἰκοδόμημα ἤ ἄλλο τι, πρὸς ἄσκησιν τῶν ἡμῶν παίδων ἐν ταῖς τοῦ Ἡρακλέους ἀρεταῖς.
Μύρια εὖγε τοῖς Ἱσπανοῖς ὅτι οὕτω καλῶς αὐτοῦ ἐπιμελοῦνται.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top