Οὗτος, ὦ φίλοι, ὁ ἀνδριὰς τοῦ Ἡρακλέους ἐστὶ, πεποιημένος ὑπὸ τοῦ Γλύκωνος ἀπὸ τοῦ τρίτου αἰῶνος.
Ἔστι δὲ τὸδε τὸ πλέον οἰκεῖον τῶν ἀντιγράφων τοῦ ἀπολεσθέντος ἀνδριάντος χαλκοῦ, ὅ Λυσίππῳ τετάρτῳ αἰῶνι πεποίηται.
Ἐν τοῖς λουτροῖς Καρακάλλας ἐν Ῥώμῃ τῷ 1546 εὑρέθη ὁ ἀνδριὰς, ἔνθα ὀρύττοντες τινὲς τῶν ἀρχαιολόγων ἐτύγχανον ὄντες καὶ εὐθέως εἰς τὸν Πάπα Παῦλον Γ΄ὡς δῶρον ἐπέμφθη.
Οὕτω, φίλοι, ἐν τῇ συλλογῇ τοῦ ἑκάστοτε Πάπα ἄχρι τοῦ 1787 ὁ ἀνδριὰς ὅδε ὤν, εἶτα ἐν τῷ Νεαπόλεως μουσεὶῳ ἐκομίσθη, ἔνθα ἔτι καὶ νῦν εἰς ἐπίδειξιν κεῖται.
Οἵα δεινὴ ἡ τοῦ Λυσσίπου τέχνη ἦν, ὦ φίλοι, δι’ ἧς οὕτω καλῶς τὸν Ἡρακλέα ἐποίησεν! Ἔξεστι γὰρ τινι θεωμένῳ τὸν ἀνδριάντα, ῥᾳδίως κατανοῆσαι εἰς οἵαν δύναμιν ὁ Ἡρακλῆς ἀφιγμένος ἦν.
Ἀκαταμάχητος Ἑλληνικὴ τέχνη...
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου