Ἀρχαῖον φῦλον Ἑλλήνων, ὡς τοῖς εὖ εἰδόσιν εἴρηται, οἱ Ἀρκάδες τὸ πάνυ παλαιὸν ἦσαν, ὦ φίλοι, οἰκοῦντες ὡς ἐπὶ τὸ πλεῖστον ἐν τοῖς ὄρεσι τῆς Πελοποννήσου.
Τῶν παλαιοτάτων δὲ φύλων ὄν, τοῖς Πελασγοῖς συγγενὲς ἐν τῷ τότε ὡμολογεῖτο ὑπὸ πάντων εἶναι. Τοσοῦτον παλαιὸν!!

"Διάγοντες τὸν βίον κατὰ φύσιν οἱ Ἕλληνες, βέλτιον βίον τοῦ νῦν παρ’ ἡμῖν ὄντος ἔζων καὶ οὕτως, ὡς εἰκὸς, ἐποὶουν βελτίονα καὶ τὰ ἑαυτῶν τῆς τέχνης ἔργα, ἀλλὰ καὶ ὡς φῦλον ἦσαν ἀγαθοὶ τε ἁπλοὶ καὶ ἄξιοι ἐπαὶνων", ὁ Schiller εἴρηκεν. 
Καὶ οὗτος ὁ λόγος ἀληθῆς μάλιστα πάντων δοκεῖ εἶναι, ὡς ἔοικεν, ἀναφερόμενος εἰς τοὺς Ἀρκάδας, τὸ μυθικὸν τοῦτο τῶν Ἑλλὴνων φῦλον, ὅ οὐκ οἶδα τίνα φωνὴν ἐν τῷ τότε ἐλάλει.
Καθὰ δὲ ὑπὸ τῶν ἡμῶν προγόνων ἐλέγετο, οἱ Ἀρκάδες πρῶτοι παρὰ πάντων τῶν Ἑλλήνων εἰς κοινωνίαν πεπαιδευμένων ἀνθρώπων ἀφίκοντο ἀλλὰ καὶ ὡς ἡ παλαιοτάτη τῶν ἐν οἰκουμένῃ ποτε γενομένων πόλεων ἡ Λυκόσουρὰ ἐστιν, ἥτις μία τῶν Ἀρκαδικῶν ἦν.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top