Εἰς τὴν αὔριον, ὦ φίλοι, τῆς 22:15 γενομένης, ἔσται παρουσίασις περὶ ἐπιγραφῆς τινὸς ἣν ἐν τῇ Ἰωνία ἐν τῷ ἄρτι εὗρον.

Ἡ ἐπιγραφὴ περὶ τοῦ πενθεροῦ τοῦ Ἀριστοτέλους, τοῦ Ἑρμείου, ἐστὶν καὶ τὴν ἐπίδειξιν ἡ Marijana Ricl ποιήσει ἐν τῷ πανεπιστημίῳ τοῦ Princeton, καὶ μεταδοθήσεται διὰ τοῦ διαδικτύου ὑπὸ τοῦ ΖΟΟΜ.
Ἐν ταῖς ἀρίσταις δὲ έγωγε τὴν Marijana Ricl τίθημι περὶ τὰ ἀρχαῖα καὶ δὴ περὶ τὸν Σωκράτην. Ἐν ὁμιλίαις γὰρ γενομέναις ἀλλὴλοις περὶ τὴν ἀρχαίαν Ἑλλάδα, πολλάκις μὲ ἐξέπληξεν, ὅτι ἐκ Σερβίας τὸ γένος οὖσα, βέλτιον ἐμοῦ πολλὰ ἐτύγχανεν γνοῦσα.
Τοῖς βουλομένοις ὑμῶν, ὦ φίλοι, μετέχειν τῆς ἐπιδείξεως τῆσδε ῥᾴδιὸν ἐστιν. Τὸν δεῦρο ὑποκάτω γόμφον ἕλεσθε.
Προῖκα ἐστὶν, μὴ λάθῃ ὑμᾶς..


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top