Πολλά, ὦ φίλοι, οὐ συνίημεν ἐκ τῶν εἰρημένων ὑπὸ τοῦ Σωκράτους καὶ ἀποροῦμεν. Ἐκ τούτων δέ ἕν ἐστὶ καὶ τὸ περὶ τῆς ἀδικίας εἰρημένον.
Τὶ δήπου ὁ Σωκράτης περὶ τούτου ἐννοεῖ; Ἔχετε εἰπεῖν;
Ἴδωμεν πρῶτον τὶ περὶ τούτου ἐν Γοργίᾳ εἶπεν: 

Ʃωκράτης: οὕτως, ὡς μέγιστον τῶν κακῶν τυγχάνει ὂν τὸ ἀδικεῖν. 

Πῶλος: ἦ γὰρ τοῦτο μέγιστον; οὐ τὸ ἀδικεῖσθαι μεῖζον; 

Ʃωκράτης: ἥκιστά γε.

Πῶλος: σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν; 

Ʃωκράτης: βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα: εἰ δ' ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν.

Πῶλος: σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο; 

Ʃωκράτης: οὔκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ.

Εἴπετε, ὦ φίλοι, τὴν γνώμην ὑμῶν καὶ μὴ διστάζετε. Πρὸς τί αἱρετώτερον τό ἀδικεῖσθαι ἐστὶν;


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top