Πολλοὶ μὲν ἥρωες γεγόνασιν ἐν τῇ πορείᾳ τῆς ἡμῶν τῶν Ἑλλήνων ἱστορίας, ὦ φὶλοι ἀγαθοὶ, οἵτινες τὸν ἑαυτῶν βὶον ὑπέρ πατρίδος μαχούμενοι τοῖς πολεμίοις, ἀπώλεσαν. Τίνα οὖν πρῶτον μνησθῇ τις; Ἀλλά οὐδείς τούτων βασιλεύς ἦν πλὴν τοῦ Λεωνίδου, ὅς, ὡς εὖ ἴστε, παρὰ τὰς Θερμοπύλας ἐν τοῖς πρώτοις ἀνδρείως μαχούμενος τοῖς Πέρσαις, τὸν ἑαυτοῦ βίον ἀπώλεσεν. 
Ἐν τοῖς ὑστέροις χρόνοις, οἱ τότε ἄνθρωποι ἀνδριάντα εἰς μνήμην τοῦ ἥρωος Λεωνίδου ἔθηκαν ἐπὶ τῷ τόπῳ τοῦ θανάτου αὐτοῦ, ὅν ἐν εἰκόνι ὁρᾶτε.
Καὶ ἔργον τῆς κινηματογραφίας ἐποὶησαν οἱ νῦν, ἐπίγραμμα ἔχον "Οἱ 300 τοῦ Λεωνίδου", ἐν ᾧ τὴν περὶ τὰς Θερμοπύλας μάχην τῶν Ἑλλὴνων πρὸς τοὺς Πέρσας δεικνύασιν.
Πολλοὶ δὲ ἄνθρωποι ἐκ τῆς πάσης οἰκουμένης εἰς τὸν τόπον ἐκεῖνον παραγίνονται καθ´ἕκαστον ἔτος πρὸς τὸν τοῦ Λεωνίδου ἄνδριαντα ἐκ τοῦ σύνεγγυς ἰδεῖν.
Εἰσὶ ὅμως ἐν Ἑλλάδι πολλοὶ ἀντιελληνικοὶ τόποι ἀρχῆς, οἵ προσδιώκουσι τὴν ἔνδοξον τῶν ἡμῶν προγόνων ἱστορίαν σβέσαι καὶ ὡς ἐκ τούτου μόνον ὀλίγα περὶ αὐτῶν οἴδαμεν. 

Εἰ καὶ χαλεπὸν πλείονα περί τῶν ἡμῶν προγόνων τὰ νῦν μαθεῖν, ὅτι τὰ πλεῖστα τῶν ὑπ’ ἐκείνων γεγραμμένων πυρὶ ἀπωλέσθησαν, ἐλπὶς μοι ἔτι ἐστὶν ὅτι ἐν τῷ μέλλοντι πλείονα ὑπὸ τῶν ζητούντων εὑρεθῶσιν.

Ἀγαθὴ ἡ ἐπιγομένη ἠώς ὑμῖν γενέσθω.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top