Τὸ ἐν Μυκήναις εὑρεθὲν τοῦ Ἀγαμέμνονος προσωπεῖον χρυσοῦ ἐστί, ὦ φίλοι, εὑρεθέν ἐνιαυτῷ χιλίῳ καὶ ἑπτακοσίῳ καὶ ἑβδομήκοντα ἕκτῳ, ὑπὸ τοῦ Γερμανοῦ ἀρχαιολόγου Σλήμαν.
Ἐστὶ δὲ προσωπεῖον ταφικὸν ὅ εὑρέθη ἐπὶ προσώπου νεκροῦ τινος, ἐν τάφῳ τινὶ ἐν Μυκήναις. Ὁ Σλήμαν ἁμαρτάνων ᾠήθη ὅτι ὁ νεκρὸς τε καὶ τὸ προσωπεῖον τοῦ βασιλέως τῶν Μυκηνῶν Ἀγαμέμνονος ἦσαν.
Ἀλλὰ οἱ νῦν ἐρευνῶντες λέγουσιν ὅτι τὸ προσωπεῖον τοῦτο πλὴν πρότερον πεποιημένον τῆς ἀρχῆς τοῦ Ἀγαμέμνονος ἐστίν, ἀμφὶ τὸν ἐκκαιδέκατον αἰῶνα. Εἰ ἀληθὲς τοῦτο, δῆλον ὅτι οὐ τοῦ Ἀγαμέμνονος τὸ προσωπεῖον τοῦτο ἐστὶν..
Ὁ Ἀγαμέμνων υἱὸς τοῦ Ἀτρέως καὶ τῆς Αἰρόπης ἦν καὶ ὁ ἡγούμενος τῶν Ἑλλήνων κατὰ τὸν πόλεμον τὸν Τρωικὸν. Εἰς γάμον ἐλθὼν πρὸς τὴν Κλυταιμνήστραν, ἐγένοντο αὐτῷ τέσσαρες παῖδες, ἐξ ὧν εἷς υἱὸς, ὁ Ὁρὲστης, καὶ τρεῖς κόραι. Μία τῶν κορῶν ἡ Ἰφιγένεια ἦν, ἥν τῇ Ἀρτέμιδι ἐθυσίασεν ἐν Αὐλίδι, ἵνα οὔριοι οἱ ἄνεμοι γένωνται.
Ἐκ τοῦ Τρωικοῦ πολέμου, ὀπίσω οἴκοι περεγένετο ὁ Ἀγαμέμνων, ἔνθα ὑπὸ τῆς Κλυταιμνήστρας ἐν τῷ λουτρῷ ἐφονεύθη.
Τὸ προσωπεῖον ἐν τῷ ἀρχαιολογικῷ τῶν Ἀθηνῶν μουσείῳ εἰς ἐπίδειξιν κεῖται, ἔχον ἐπίγραμμα λέγον "Τὸ Ἀγαμέμνονος προσωπεῖον χρυσοῦ"
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου