Οὐδαμῶς αἰσχύνονται;

Εἰ καὶ οὐκ ἔστι τι χεῖρον, ἢ τὴν μητέρα σε αὐτοῦ παίειν, ἀναγιγνώσκω ὅτι τις, τεσσαράκοντα ἔτη γεγονὼς, ἐπάταξε δεινῶς τὴν ἑαυτοῦ μητέρα ἐν ταῖς Πάτραις, γεγονυῖαν ὀγδοήκοντα ἔτη καὶ εἶτα συνέκλεισε τὴν οἰκίαν…

Ἡ ὀγδοήκοτα ἔτη γυνὴ, λέγουσα ὅτι φοβεῖται τὸν υἱὸν αὐτῆς, διότι ἐπάταξεν αὐτὴν πολλάκις ἐν τῷ πάλαι, ἀνέθετο τὴν κατηγορίαν ταύτην ἐν τῇ νομοφυλακῇ.
Ἡ μήτηρ, ἐν ᾧ βιαίως ἐτύπτετο ὑπὸ τοῦ υἱοῦ αὐτῆς, ἐκάλεσε τοὺς νομοφύλακας εἰς βοήθειαν, οἵτινες ἤγαγον αὐτὸν ἐπὶ δίκην, ἥτις ἐπετίμησε ποινὴν κρατήσεως διὰ μῆνας εἴκοσι δύο.

Τί ἀνόητοι ἐν ἡμῖν ὑπάρχουσιν, ὦ φίλοι. 
Πῶς δυνατόν τοῦτο ἐστὶν, τὴν μητέρα αὐτοῦ τύπτειν;
Οἵας παιδείας μετέχουσιν;


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top