Εὖ ἴστε, ὦ φίλοι, ὅτι διὰ τὴν ἐκ τοῦ ἀφροῦ γένεσιν αὐτῆς, ἡ θεὰ τοῦ κάλλους καὶ τοῦ ἔρωτος, Ἀφροδίτη ἐκλήθη.
Πλησίον δὲ τῆς ἀρχαίας Πάφου ἐγεννήθη ἐν τῇ νήσῳ τῆς νῦν Κύπρου. 
Οἱ Μυκηναῖοι τὸ πρῶτον νεών τῇ θεῷ ἀνέθηκαν, ὅς ἐν Πάφῳ τετίμητο πλέον ἤ χίλια ἔτη, ἀρχόμενος ἀπὸ τοῦ 12ου αἰῶνος. 
Θεραπευταὶ πανταχόθεν τῆς οἰκουμένης εἰς Πάφον περεγένοντο διὰ τὸ θεραπεύειν τὴν θεὰν καὶ τοῦτο τὰ μέγιστα εἰς τὸ εὖ ζῆν τῇ πόλει ἐβοήθει.
Τὰ ἀπομένοντα ἐρείπια τοῦ νεώ ἐκείνου, ἔνθα οἱ θεραπευταὶ τῆς θεοῦ εἰς λατρείαν συνήρχοντο, ἔτι καὶ νῦν ἐκπλήττουσι διὰ τοῦ κάλλους αὐτῶν τοὺς θεωμένους αὐτὰ. 

Ἀλλὰ τὰ μάλιστα πάντων ἄξια θαυμασμοῦ τὰ ἀπομένοντα ἐρείπια τεττάρων Ῥωμαικῶν οἰκιῶν ἐστιν, ἐν οἷς ἔξεστι τινι ἐπὶ τῶν δαπέδων ἰδεῖν Ῥωμαϊκὰ ψηφοθετήματα πεποιημένα ἐν τῇ ἀκμῇ τῆς Ῥωμαϊκῆς τέχνης.
Τὰ Ῥωμαϊκὰ εὑρήματα τάδε τὸ αἲτιον ἦν ἵνα ἡ ἀρχαία Πάφος ᾖ, ἐν τῷ καταλόγῳ τῶν μνημείων τῆς οἰκουμενικῆς κληρονομίας τῆς UNESCO. 
Ἀγαθὴ ἡ ἐσπέρα ὑμῖν ἔστω..


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top