Εἰ δὲ μὴ οἴδατε, αὐτὸς ὁ Ἕλλην Πυθεύς ἐστιν. Αἴτιον δὲ τοῦ πλοῦ ἡ τῆς διανοὶας τοῦ Πυθέως περιέργεια ἦν, ἵνα μάθῃ τὶ τὸ τέλος τοῦ ἐσπερίου πελάγους ἦν, ἀλλὰ καὶ τίνες οἱ πέραν τοῦ πελάγους οἱ κατοικοῦντες ἄνθρωποι ἦσαν.
Ἀμφὶ τὸ 330 τὸν πλοῦν ἀπὸ τῆς Μασσαλίας ἤρξατο καὶ τὴν ἐντὸς τῶν Ἡρακλείων στηλῶν θάλατταν οὐρίῳ ἀνέμῳ πλεύσας, εἰς τὸ ἐσπέριον πέλαγος ἐγένετο, ὅ οἱ νῦν Ἀτλαντικὸν καλοῦσιν.
Ὁρμηθεὶς οὖν ἀπὸ Ἡρακλείων στηλῶν, πρὸς τὴν νῆσον τῆς Βρεττανὶας τὸν πλοῦν ἐποιήσατο καὶ πρῶτος οὕτω τὴν παράλιον γαῖαν τῆς Εὐρώπης, τὴν πρὸς τὴν Ἀτλαντικὴν θάλατταν οὖσαν, ἀλλὰ καὶ τὴν τῆς Βρεττανικῆς γράψας, δήλην τοῖς τότε ἀνθρώποις ἐποίησεν.
Ὁ πλοῦς τοῦ Πυθέως ἦν ὡς ἄν εἷς εἰς τὴν σελήνην νῦν ἐπορεύετο. Τοσοῦτον χαλεπὸν, ὡς ἀληθῶς..
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου