Ἀγαθὴ ὑμῖν γένοιτο ἡ καινὴ ἐβδομὰς ἥδε, ὦ φίλοι, ἥτις ἤρξατο μεθ’ ὑετοῦ τε καὶ ψύχους. Ἡμεῖς δὲ καὶ τὸ θερμαντήριον ἀνήψαμεν.. Κρύος γὰρ γίγνεται πολὺς..

Ὑπῆρχον ἄραγε, ὦ φίλοι, ταχυτροφεῖα ἐν τῇ ἀρχαιότητι, ὡς τὰ νῦν ἐν ἡμῖν, ἅ οἱ νῦν Ἓλληνες fast food καλοῦσιν;
Ἴσως ἄτοπον ὑμῖν δόξει, ἀλλὰ ὡς ἀνέγνων, ὑπῆρχον καὶ δὴ πολλὰ ἐν τῷ Ἑλληνορωμαϊκῷ κόσμῳ, ἅ θερμοπώλια ἐκαλοῦντο, ἐν οἷς ἐξῆν ἐδέσματα ποικίλα πρὸς βρῶσιν πρίασθαι, ἀλλὰ καὶ ποικίλα ποτὰ. Τεκμήριον δὲ ἱκανὸν ἐστιν τὸ ἐν εἰκόνι θερμοπώλιον ὅ ἐν τῇ Πομπηίᾳ ἔτι καὶ νῦν ἀπὸ τοῦ παλαιοῦ διασῴζηται. 
Οὐ μόνον οἱ ἡμῶν πρόγονοι ἀλλά καὶ οἱ ʽΡωμαῖοι τῇ λέξει 'θερμοπώλιον', ἐχρῶντο, ἐξ οὗ δῆλον ὅτι εὕρημα τῶν ἡμῶν ἐνδόξων πατέρων ἦν.
Ὡς ὁρᾶτε, σμικρὸν δῶμα τὸ θερμοπώλιον ἦν, ἔχον τράπεζαν λίθου ὡς μέτωπον, ἐξ ἧς τὰ ἐδέσματα ἐλάμβανον οἱ αἰτοῦντες πρίασθαι τροφὴν.
Δυστυχῶς ὅμως, ὦ φίλοι, ἡ καλλίστη αὕτη λέξις ἀπώλετο καὶ οὐκ ἔτι χρῆται σήμερον. Οἱ νῦν Ἕλληνες ἀντὶ τοῦ λέγειν θερμοπώλιον, λέγουσι fast food. Οὐκ οἴδασιν ὅτι λέγουσιν.. Λυπηρὸν...


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top