Σωκράτης: ὡς ἐγὼ οὐ νῦν πρῶτον ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται. 

Λυπηρόν ἐστίν, ὦ ἐφήμεροι, ὅτι ὁ Σωκράτης ἀπέβη τῷ βίῳ, προσπαθῶν ἡθικοὺς τοὺς ἀνθρώπους γενέσθαι. Ἀδίκως γάρ ἐν τῷ τότε ἐθυσιάσθη. Οὐαὶ, οὐαὶ, ὦ φίλοι, τὸν ἑαυτοῦ βίον ἀπώλεσεν, ὑπὲρ οὐδενός!! Ολίγοι νῦν γιγνώσκουσι περὶ τῆς θυσίας ἐκείνης τοῦ Σωκράτους καὶ οὐδεὶς μὴν τῇ σήμερον αὐτὴν τὴν θυσίαν ἐπαινεῖ.
Ὡς ἤδη ὑμῖν προεῖπον, πολλά τὰ ὑπὸ Σωκράτους εἰρημένα, ἅ ἄξια μνείας ἐστὶν. Ἀκούσατε οὖν τὶ ἐν Γοργίᾳ τῷ Καλλίκλῃ εἴρηκεν. 

Σωκρατης: ...πλείστους ἀνθρώπους μὴ ὁμολογεῖν μοι ἀλλ' ἐναντία λέγειν μᾶλλον ἢ ἕνα ὄντα ἐμὲ ἐμαυτῷ ἀσύμφωνον εἶναι καὶ ἐναντία λέγειν.
Τὶ ὡς ἀληθῶς δηλοῖ τὸ ἔπος τοῦτο; Βέλτιον ἄν εἴη ἥσυχον τὴν σεαυτοῦ συνεὶδησιν φέρειν, εἰ καὶ πάντες οἱ ἄλλοι πρὸς σε ἀντιλέγουσιν.

Φιλήσατε τὸν Σωκράτη καὶ μελετήσατε τοὺς ἠθικοὺς αὐτοῦ λόγους. Οὗτοι γὰρ οἱ λόγοι ὑμᾶς ποιήσουσιν βελτίους ἀνθρώπους.

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top