Πῶς ἂν ὑμῖν φαίνοιτο, ὦ φίλοι, ἂν τις ὑμῖν λέγοι ὅτι τὸ φύλλον ἀλουμινίου οὐκ ὀρθῶς ἐν ἑκάστῃ περιπτώσει ἔχει; Παράδοξον; Ἴδετε τί ἀνέγνωκα ἐν ἐφημερίδι.
"Μὴ τὸ ἐν τῷ πινακίῳ ἔδεσμα, ὦ φίλοι, ἐν ἀλουμινίου φύλλῳ, καλύπτετε. Αὔξησις γὰρ τῶν βακτηρίων γίγνεται ἅ μάλα βλαβερὰ περὶ τὴν ἡμῶν ὑγείαν ἐστὶν.
Ἄμεινον ἐντίθετε τὸ ἔδεσμα εἰς σκεῦος πλαστικοῦ καὶ τίθετε αὐτὸ ἐν χώρῳ δροσερῷ τοῖς νῦν καλουμένοις ψυγείοις."
Ναί, ὦ φίλοι, τοῦτο ἀνέγνων σήμερον ἐν πρωτοσελιδίῳ, καὶ ἔδοξε μοι μεταδοῦναι καὶ ὑμῖν αὐτὸ. Τί ὅμως πράξετε ὑμεῖς, αὐτὸ ὑμῖν προσήκει. Ἔγωγε μόνον τοῖς πλαστικοῖς ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ ἔπειτα χρήσομαι..
Εὔχομαι ὑμῖν καλὴν ἔχειν συνέχειαν, ὦ ἀγαθοὶ φίλοι.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου