Εὐδαίμοναν ἠμέραν, ὦ φὶλοι, καὶ πλείονα ὑμῖν εὐτυχίαν.

Ἀληθῶς θαυμαστόν ἐστιν, ὦ φίλοι, εὑρίσκειν τά προγεγονότα καί μάλιστα πάντων οἰκοδομήματα ἐν οἷς κατῴκουν οἱ εὐκλεεῖς πρόγονοί ἡμῶν, ὅτι πλέον τῶν ἄλλων, τοὺς ἡμῶν προγόνους μνημονεύομεν διὰ τῶν εὑρημάτων τούτων.
Οὕτω, φίλοι, ἀρχαιολόγοι τινὲς ὀρύττοντες ἐν τῇ ἀρχαίᾳ Σαλαμῖνι, ἐρείπια οἰκήματος ἑπτὰ δωμάτων εὗρον, ἐγγὺς τοῦ νῦν καλουμένου ὅρμου "Ἀμπελάκια".
Ἐν τοῖς πολλοῖς τεθραυσμένοις κεραμικοῖς καὶ νομίσμασιν, καὶ γεγλυμμένον θραῦσμα λευκοῦ λίθου εὑρέθη, ὅν ἐν τῇ εἰκόνι θεωρεῖτε. Ἐν τῷ θραύσματι χεὶρ γιγαντιαίου ἀνδρός ἐστιν, ὅς στεφανοῖ τινα γενειοφόρον ἱστάμενον ἄνδρα. Ὡς εἰκάζεται, ἡ χεὶρ ἥδε τοῦ Αἴαντὸς ἐστιν ὅς, ὡς ἴστε, μέγας τὸ δέμας ἦν, ἀμφὶ τὰ τρία μέτρα καθὰ ἱστορεῖται.
Τὸ οἴκημα, τὸ μὲν εὖρος 6 μέτρα ὄν, τὸ δὲ μῆκος δύο καὶ τριάκοντα, ἑπτὰ δώματα εἶχεν ἐν συνόλῳ, ἕκαστον ἐξ ὧν πέντε μέτρα πρὸς πέντε ἦν. 
Οἱ λιθόπλινθοι, ἐξ ὧν οἱ τοῖχοι πεποιημένοι ἦσαν, ἀμφὶ τὰ ἑξήκοντα ἑκατοστόμετρα τὸ πάχος ἦσαν καὶ ἐπὶ λίθων καλῶς ἡδρασμένοι ἦσαν.
Μάλα δὲ χαίρω ἐπὶ τούτῳ τῷ εὑρήματι..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top