Ἔτι μᾶλλον ἐπιταράσσονται αἱ τῆς Τουρκίας σχέσεις πρὸς τὸ Ἰσραὴλ, ὦ φίλοι, ἁλλὰ καὶ μέγα χάσμα πρὸς ἀλλήλους ἐγένετο ἐκ τῶν ῥηθέντων τοῦ Ἐρντογαν κατὰ τοῦ Ἰσραὴλ ἐν τῇ ἐν Κωνσταντινουπόλει ὑπὲρ τῶν Παλαιστινίων συναθροίσει. Ἴδετε τὴν εἰκόνα.
Ὡς ἐκ τούτου τὸ Ἰσραήλ μετέπεμψε πάντας τοὺς Ἰσραηλίτας, τοὺς ἐν τῇ Τουρκίᾳ ὄντας, κελεύοντας αὐτοὺς τῇ μεταπέμψει μὴ ἀπειθεῖν.
Ἀλλὰ τί ἦσαν τὰ ῥηθέντα ἅ ὀργὴν μεγάλην τοῖς Ἰσραηλινοῖς ἐνέβαλον; Ἐν ὀλίγοις εἴρηται ὅτι:
Ι. Ἡ ΧΑΜΑΣ οὐκ ἔστιν ἔθνος τρομοποιὸν, ἀλλὰ ὑπὲρ τῆς τῶν Παλαιστινίων ἐλευθερίας πρὸς τοὺς Ισραηλίτας νομίμως τοὺς ἀγῶνας πράττει.
ΙΙ. Τό Ἰσραὴλ ἔθνος τρομοποιὸν ἐστιν, ὅ βία τῆς Παλαιστίνης κρατεῖ.
ΙΙΙ. Δεῖ αὐτίκα κατάπαυσις τῶν μαχῶν γενέσθαι, ἵνα ἐπικουρίαν τοῖς Παλαιστινίοις δῶσιν.
Ἐπὶ τὰ χείρω βαίνομεν, ὦ φίλοι, καί χαλεπαίνουσι τὰ πράγματα προϊόντος τοῦ χρόνου. Πῶς τοῦτο δυνατὸν ἐστιν, ὅτι ἡ μὲν ΧΑΜΑΣ οὐκ ἔστι τρομοποιὸν ἔθνος, τὸ δὲ PKK τρομοποιὸν;
Τὴν πᾶσαν ἀλήθειαν οὐκ ἀπαγγέλλεις πονηρὲ ὄφι..
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου