Τί ἔσται, ὦ φίλοι, περὶ τὴν Γάζην; Εἰσελεύσουσιν οἱ Ἰσραηλινοὶ ἤ οὔ; Καθ´ ἑκάστην ἡμέραν βοῶσιν ὅτι εἰσελεύσουσιν, ἀλλὰ δεδιέναι τινὰ! Τίνα δήπου;Ἴσως τὸ Ἰρὰν ἤ τὴν Ρωσσίαν. Μόνον ἐξ ἐπιδρομῆς δεινῶς βομβοῦσιν ἀεροπλάνοις τοὺς Γαζαίους. Εἰ καὶ μέγας στρατὸς καὶ τάνκς καὶ ὀχήματα συναχθέντα ἐπὶ τῶν ὁρίων διὰ πολλοῦ ἐστιν, ἐκεῖ μένουσιν!!

Αἱ τῆς Ἀμερικῆς Ἡνωμέναι Πολιτεῖαι ἤδη ἀπέστειλαν τοῖς Ἰσραηλινοῖς πλοῖα δύο, τὸ εἶδος ἀεροπλανοφόρα, φέρον ἕκαστον ἐξ αὐτῶν ἀεροπλάνα πλείω ἤ ἑκατὸν εἰς βοήθειαν.
Εἰ ἐπ’ ἐμοι ἦν, ἐπειρώμην ἄν τὸ πρῶτον συνθῆκας εἰρήνης ποιῆσαι τοῖς Γαζαίοις.




0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top