Ἐν τῇ ὑπὸ τῶν Ἑλλήνων ἐπαναστάσει τοῖς Τούρκοις, ὦ φίλοι, μία ἐκ τῶν σπουδαιοτάτων ναυμαχιῶν ἡ περὶ τὸν λιμένα τοῦ Ναυαρίνου γενομένη ἐστὶν. Ἐν αὐτῇ, αἱ τῆς Εὐρώπης ἡνωμέναι δυνάμεις ἀνδρείως κατὰ κράτος ναυμαχοῦσαι, τῶν Τούρκων ἐκράτησαν καὶ τὴν Ἑλλήνων αὐτονομίαν οὕτως ἔθηκαν.

Οἱ Βρεττανοὶ ἦσαν οἱ ἡγεμόνες τοῦ ἡνωμένου ναυτικοῦ ἐν ἐκείνῃ τῇ ναυμαχίᾳ, ἐν ᾗ καὶ ὁ τοῦ ναυάρχου Κοδριγκτῶνος υἱὸς ἀπέθανεν, πολεμῶν ὑπὲρ τῆς ἡμῶν ἐλευθερίας.
Πολλὰς εὐχαριστίας καρδιόθεν τοῖς Εὐρωπαίοις πέμπω ἐπὶ τῇ ναυμαχίᾳ τῆδε.
Χρὴ, ὦ φίλοι, ἡμᾶς μνημονεύειν οὐ μόνον ταύτην τὴν ναυμαχίαν, ἀλλὰ καὶ τάς ἄλλας μάχας δι’ ὧν ἡ ὑφ’ ἡμῶν φιλουμένη πατρὶς, ἐλευθέρα ἐγένετο.
Εὐφραίνεσθε τὴν ἡμέραν..



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top