Εἰ καὶ οὐκ εὐνοϊκῶς πρὸς ἡμᾶς ἔχουσιν οἱ Τοῦρκοι, ὀρύττοντες τὰς ἀρχαίας ἡμῶν πόλεις, καθ' ἑκάστην παντοδαπὰ ἀγγεῖα εὑρίσκουσιν. Ἐκ πάντων δὲ τούτων τῶν εὑρημάτων ἡμῖν οὐδὲν ὄφελὸς ἐστιν! Οὕτω, φίλοι, ἐνιαυτῶν πολλῶν ὀρύττοντες τὴν Ἀντιόχειαν, ἀπὸ τοῦ 2015, μέγαν τοῦ Ρωμαίου Ἀνδριανοῦ σπάνιον ἀνδριάντα ηὗρον. Εἰ καὶ οὐκ ἀκέραιος ὁ ἀνδριὰς ἐστι, τῶν σπουδαίων ὁμολογεῖται.

Ἤν ποτε, πρὸ ἡμῶν 1900 ἔτη, ὅτε εἰς Ἀντιόχειαν ὁ Ἀνδριανὸς παρεγένετο. Κατ' ἐκεῖνο τοῦ καιροῦ, τὸν ἀνδριάντα εἰς μνήμην τῆς ἐπισκέψεως ἐποίησαν.

Ἐν τοῖς ἐρειπείοις τοῦ οἰκοδομήματος τῆς τότε Βουλῆς τῆς Ἀντιοχείας τὸν ἀνδριάντα ηὗρον ὅ, ἐξ ὧν λέγεται, ἁπάντων τὸ μέγιστον οἴκημα ἐν τῷ τότε ἦν.

Ἐν τῷ Ἀντιοχείας μουσείῳ, ὡς Τούρκοις ἤδη ἤγγελται, τὸν ἀνδριάντα βούλονται τάχα θεῖναι εἰς ἐπίδειξιν, βέβαιοι ὄντες ὅτι τῶν Εὐρωπαίων πολλοὶ εἰς Τουρκὶαν ἀφίξονται τὸν ἀνδριάντα ὀψόμενοι. Κέρδος γὰρ βούλονται ἐκ τοῦδε τοῦ ἀνδριάντος μέγα αὐτοῖς γενέσθαι.

Πῶς δῆτα τοῦτο γίγνεται, τοὺς Τούρκους ἐπὶ τοῖς ἡμῶν ἀρχαίοις πράγμασιν εὐδοκιμοῦντας; Ἔοικεν, εἰς τετρημένον πίθον οἱ ἐν Ἑλλάδι ἀντλοῦμεν.. 

Ἀπορίας ἄξιον.



0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top