Ἐν ἐκείνῳ τῷ χρόνῳ, ὦ φίλοι, ἐν ᾧ οἱ Ἕλληνες πρὸς τοὺς Πέρσας ἐμάχοντο, ὅσα τοῖς Ἕλλησιν ἦν, ἅπαντα εἰς τὸν κοινὸν ἀγῶνα κατετέθησαν. Τοῦτο ὡς ἀληθῶς ἡ τῶν Ἑλλήνων δύναμις ἦν. Εἰ καὶ οὐκ ἄξιον λογίζεσθαι, πότερος τῶν Ἑλλήνων πλείω συνεβέβλητο ἐν τοῖς ἀγῶσιν, οἱ Ἀθηναῖοι ἐμοὶ δοκοῦσιν. Ἦσαν ὅμως, ὦ φίλοι, καὶ τῶν Ἑλλήνων τινες οἵ μετὰ τοῦ Ξέρξου πρὸς τοὺς Ἕλληνας ἐπολέμησαν. Μία δ' ἐξ αὐτῶν ἡ Ἀρτεμησία ἦν, ἡ τῆς Ἁλικαρνασσοῦ βασιλὶς.

Περιφημοτάτη δ' ἔτι καὶ νῦν ἡ Ἀρτεμησία ἐστὶ, δι' οὐδὲν ἄλλο ἤ ὅτι μετὰ τοῦ ἠττηθέντος Ξέρξου πρὸς τοὺς Ἕλληνας πάνυ ἀνδρείως περὶ τὴν Σαλαμῖνα ἐναυμάχησεν. 

Ἀγαθὴ τῷ Ξέρξῃ σύμβουλος οὖσα περὶ τὰ στρατιωτικὰ, οὐ σύμφωνος τοῖς λόγοις ἦν, τοῖς ὑπὸ τῶν ἄλλων συμβούλων λεγομένοις, ὡς δεῖ τὴν ναυμαχίαν περὶ τὴν νῆσον Σαλαμῖνα γενέσθαι. 

Ἐν στενῷ γὰρ ναυμαχεῖν, ὁ κίνδυνος μέγας ἐστὶν, ἔφη τῷ Ξέρξῃ, ὑπὸ τῶν Ἑλλήνων ἡττηθῆναι εὖ ναυμαχούντων. Ὅπερ καὶ ἐγένετο!! Ξέρξης δὲ τῇ Ἀρτεμησίᾳ οὐκ ἐπίθετο!!

Ἐν τῇ ναυμαχίᾳ εἰ καὶ τρόμος μέγας πάντας τοὺς Πέρσας ἑάλω καὶ εἰς φυγὴν ἐτρέποντο, ἡ Ἀρτεμησία μόνη ἀνδρείως πρὸς τοὺς Ἕλληνας ἄχρι τέλους ἐναυμάχει, σεβασμὸν μέγαν τοῖς Ἕλλησιν ἐμποιοῦσα!!

Ἴσως τινες ὑμῶν ὑπολαβόντες λέγουσι πῶς τοῦτο δυνατὸν ἦν, Ἑλληνὶς οὖσα πρὸς τοὺς Ἕλληνας μάχεσθαι;  Οὐ καταφανὲς μοι τοῦτο ἐστὶν ὡς ἀληθῶς.

Ὅ ὅμως σαφῶς οἶδα τοῦτο ἐστὶν. 

Ἡ Ἀρτεμησία ὥσπερ καὶ ἡ Κλυταιμνήστρα τῶν ἀγρίων τε καὶ τρομερῶν Ἑλληνίδων γυναικῶν ἦσαν... 


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top