Ἔδοξε ποτε τοῖς ἐπὶ τῆς Αὐστρίας οὖσιν, ὦ φίλοι, καινὸν λαμπρὸν Βουλεῖον τεῦξαι, συμφώνως τῇ τῶν ἀρχαίων Ἑλλήνων τέχνῃ, ὡς τῆς δημοκρατίας αὐτῶν ἀείδιον σύμβολον. Τίνι ὅμως τοῦτο τὸ λαμπρὸν οἰκοδόμημα οὕτως Ἑλληνικῶς ἐν Βιέννῃ ἐτεχνήθη ὅ ἐν εἰκόνι ὁρᾶτε;
Τῷ Θεοφίλῳ Χάνσεν, τῷ ἀρχιτέκτονι, ἐτεχνήθη, ὦ φίλοι, ἐκ Δανίας τὸ γένος ὄντι, ὅς καὶ τὸ ἐν Ἀθήναις Ζάππειον Μέγαρον ἔτευξεν. Τετυγμένον οὖν τῇ Ἑλληνικῇ τέχνῃ ἐν ἔτει 1883, ἐν τοῖς καλλίστοις τῶν κατὰ τὴν Εὐρώπην ὄντων ὁμολογεῖται.
Ἐν τῷ τότε, ὦ φίλοι, οὐ μόνον ὁ ἔνδοξος Χάνσεν ἀλλὰ καὶ ἄλλοι τῶν τότε ἀρχιτεκτόνων, ἀμείνους κοινωνοὶ γενόμενοι τῆς Ἑλληνικῆς τοῦ οἰκοδομεῖν τέχνης, σφόδρα ἐβούλοντο τὴνδε τὴν τέχνην, εἰς τὴν οἰκοδομίαν ἐπανενεγκεῖν. Ὄνομα δ' αὐτῇ ἔθεσαν νεοκλασικισμὸς!!
Ὁρᾶτε, ὦ φίλοι, ὡς κάλλιστον τὸ οἰκοδόμημα τοῖς θεωμένοις αὐτὸ δοκεῖ εἶναι. Στύλους στέγους λευκοῦ λίθου φέρον, ἀλλὰ καὶ ζωοφόρον τε καὶ μετόπην λευκοῦ λίθου τε καὶ ζωγραφίας τῶν καλλίστων ἐπὶ τῶν τοίχων ἔχον, χάρμα ἰδέσθαὶ ἐστὶν.
Ἐν οὐ πολλῷ ὑστέρῳ καὶ τὸ Ἀθηνᾶς σύμπλεγμα πρὸ τοῦ οἰκοδομήματος ἐτεύχθη, αἴσθησιν τῷ θεωμένῳ παρέχον ὡς ἐν Ἀθήναις μᾶλλον ἤ ἐν Βιέννῃ τυγχάνει ὤν.
Πρὸς τούτοις, ὦ φίλοι, ἐπὶ Τουρκοκρατίας ἡ Αὐστρία μάλα φιλοξένως ἅπαντας τοὺς Ἕλληνας πρόσφυγας προσεδέχετο. Εἰς οὐκ ὀλίγας δὲ μυριάδας οἱ ἐν Βιέννῃ Ἕλληνες ἐν τῷ τότε ἠριθμοῦντο. Καὶ διδασκαλεῖον Ἑλληνικὸν τοῖς Ἕλλησιν ἦν, ποιηθὲν τῷ 1804. Ὡς ἴστε, ὦ φίλοι, ἡ πρώτη ἐκτετυπωμένη Ἑλληνιστὶ ἐφημερὶς ἐν Βιέννῃ ἐξεδόθη ἀλλὰ καὶ ἡ τοῦ Ρήγα ἐφημερὶς, μηδενὸς κωλύοντος, ἐπὶ πολλοὺς χρόνους ἐξεδίδοτο
Πολλὴν δ' ἐπὶ τούτοις χάριν τοῖς Αὐστριακοῖς ἔχομεν.
Πάντα τὰ ἀγαθὰ αὐτοῖς γένοιτο.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου