Ἐπέτειος ἑορτὴ ἐτύγχανε τοῖς Ἀμερικανοῖς οὖσα πρὸ ἡμερῶν, ὦ φίλοι, ὀνόματι Halloween ἥν τῶν Ἀμερικανῶν πάντες ἡδέως προσδέχονται καθ' ἕκαστον τὸ ἔτος καὶ δὴ τὰ παιδία. Τὸ δὲ τῆς ἑορτῆς σύνηθες ὅ ἑκάστοτε συμβαίνει τοῖς παισὶ, τῷδε τῷ παρεστῶτι ἡμῖν ἔτος οὐ συνέβη τοῦ κορωνοϊοῦ ἕνεκεν. Ἐν παιδιᾷ δὲ καὶ ἐν γέλωτι καὶ εὐημερίᾳ μετέχουσι τῆς ἑορτῆς τὰ παιδία, κολοκύνθαις φόβητρα καλῶς τεύχοντα πρὸς τὸ ἄλληλα φοβίζειν ἐν εἴδει παιδιᾶς. Πειρῶνται δὲ τὰς κολοκύνθας ὁμοίαις ποιῆσαι ταῖς κεφαλαῖς θηρίων ἀγρίαν τὴν φύσιν ἐχόντων.
Ὁρῶν οὖν τὸ σύνηθες τῆσδε τῆς ἑορτῆς, μέμνημαι τῶν παλαιῶν ἐκείνων μυθολογουμένων φύσεων τῆς τε Χιμαίρας καὶ τῆς Σκύλλης καὶ τοῦ Κερβέρου καὶ ἄλλων τινων οἷαι πολλαὶ οὖσαι καὶ ποικίλαι εἰς μίαν ἐγένοντο ἀγρίαν φύσιν. Εἰ καὶ οὐκ οἶδα ποίαν τινὰ ὑμεῖς δεινοτέραν ἡγεῖσθε τὴν φύσιν, ἔγωγε τὴν χιμαίρας ἡγοῦμαι εἶναι, ἔχουσαν κεφαλὰς ἡμέρων τε καὶ ἀγρίων θηρίων εἰς μίαν μόνον φύσιν, ὡς ἔξεστι ὑμῖν ἐν εἰκόνι ἰδεῖν. Ὁρᾶτε οὖν ὅτι πολυκέφαλος ἦν ἡ χίμαιρα ἔχουσα κύκλῳ φοβερὰς κεφαλὰς λέοντος, ὄφεως καὶ αἰγὸς, τρομερὴ ὡς ἀληθῶς τοῖς πᾶσιν οὖσαν.
Μέμνημαι δ' ὅτι ἔτι παῖς ὤν τῆς ὀργῆς ἡμῶν τῶν παίδων μύθοισιν ἔπαυον οἱ γονεῖς μυθολογοῦντες τὴν Λάμιαν πρὸς ἡμᾶς ὅ μυθῶδες τι τέρας ἦν φόβητρον ἡμῶν τῶν παιδίων. Ἐξ ὧν δὲ οἶδα οἱ νῦν οὐκ ἔτι μυθολογοῦσι τὴν Λάμιαν ἤ τήν Χίμαιραν τοῖς παισὶν ἀλλὰ τὸν Μπαμπούλαν. Οὐκ οἶδα τίς ὁ Μπαμπούλας ἐστὶν καὶ πόθεν παρ' ἡμῖν ἥκει. Πολλὰ γὰρ ἄλλα φόβητρα εὑρήσετε τῶν παίδων ἐάντε ζητήσετε ταῦτα.
Χαίρετε τῆς Κυριακῆς ἔνδον μένοντες καὶ τόν Σωκράτην μελετῶντες.
Φιλοσοφία γὰρ μελέτη Σωκράτους ἐστὶν.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου