Τῶν γηραιῶν ἴδιὸν ἐστι, ὡς εὖ ἴστε, στραγγουρεῖν τοῦ προστάτου ἕνεκεν. Τέλος ὅμως ἐν τῷ ἄρτι προτέρῳ ἐπέθεσαν τῇ στραγγουρίᾳ ὡς νοσήματι οἱ Ἀμερικανοὶ. Χρώμενοι οὖν τῇ προσφάτῳ ἠλεκτρονικῇ τέχνῃ καινὴν μηχανὴν σωτηρίας τετεύχασιν ἐν Ἀμερικῇ πρὸς τὸ ἰατρεύειν τὴν στραγγουρίαν. Laser δὲ Cyber Ho 100 καλεῖται ἡ τεχνικὴ δι' ἧς τὸδε τὸ καινὸν μηχάνημα τετεύχασιν.
Νῦν, ἔστι καὶ ἡμῖν τοῖς Ἕλλησι τοῦτο ἐν Ἀθήναις ὅ τὴν προστάτου ὑπέρπλασιν, δι' ἧς ἡ τῆς κύστεως ἀπόφραξις γίγνεται, ἀφαιρεῖ ἐν τάχει καὶ ἄνευ πόνου. Κατὰ τὴν Πλάτωνος ἐπιστολὴν, τὴν ἑβδόμην, καὶ ὁ Σωκράτης στραγγουρίᾳ ἐνόσει ἐν ἐκείνῳ τῷ χρόνῳ.
Ἡ τοῦ προστάτου ὑπέπλασις, ὦ φίλοι, τὸ αἴτιὸν ἐστιν ἐξ οὗ ἡ στραγγουρὶα συμβαίνει τοῖς γηραιοῖς. Ἴστε δὲ που τὶ ὁ προστάτης ἐστὶ ἤ οὔ; Ἀδὴν τις ἐστι, ὦ φίλοι, τῆς κύστεως προστάτης. Οὕτω δὲ ἐκλήθη τὸ πρῶτον ὑπὸ τοῦ Ἠροφίλου, Ἕλληνος ἰατροῦ ἐν Ἀλεξανδρείᾳ κατὰ τὸν τρίτον αἰῶνα. Οὗτος ὁ λαμπρὸς ἰατρὸς ὑπόμνημα γέγραφε περὶ τοῦδε τοῦ ἀδένος ἀγγέλλων ἡμῖν τὸ μέγεθος αὐτοῦ, ποῦ ἀκριβῶς ἐν σώματι κεῖται καὶ ἄλλα. Ἡ τοῦ ἀδένος τοῦδε κακοήθης ὑπὲρπλασις τὸ αἴτιὸν ἐστιν ἐξ οὗ πολλοὶ τῶν ἀνδρῶν ἀποθνήσκουσιν.
Ἄχρι τοῦ νῦν, ὦ φίλοι, οὐδεμία ἦν θεραπεία τοῖς νοσοῦσιν πλὴν χρήσιμα τινὰ φάρμακα ἅ ἔδει καθ' ἑκάστην λαμβάνειν. Ἔξεστι δὲ νῦν τοῖς νοσοῦσιν ἰατρεύειν τὴν ὑπέρπλασιν διὰ τοῦδε τοῦ καινοῦ μηχανήματος ὅ ἐν Ἰατρικῷ ἐστι τῶν Ἀθηνῶν νοσηλευτηρίῳ.
Χαίρετε τῆς ἡμέρας.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου