Εἰ καὶ πολλάκις ἤ πόλεμον ἤ δεινὸν τι ἐν Αἰγαίῳ ἡμῖν τοῖς Ἕλλησιν ἠπείλησεν ἡ βάρβαρος Τουρκία, ἡ Γερμανία τὰ ὑποβρύχια, 214 τὸ εἶδος, ἀποδίδοται εἰς τὴν Τουρκίαν!!! Δῆλον δ' ἐστιν ὅτι ἡ Τουρκία βούλεται πρίασθαι τὰ ὑποβρύχια ἵνα τοῦ Αἰγαίου καὶ τῆς Μεσογείου καλῶς κρατήσῃ. 

Ἀλλὰ, ὦ φίλοι Ἕλληνες, πῶς τοῦτο δυνατὸν ἐστιν; Εἰ καὶ  ἡ Ἑλλὰς ὁμοῦ τῇ Κύπρῳ ὡς τῶν Γερμανῶν σύμμαχοι μετέχουσιν τῆς Εὐρώπης, οἱ Τοῦρκοι ὑποβρυχίοις καλῶς ἐξοπλίζονται παρὰ τῶν Γερμανῶν! Ἄτοπον ἄν μή τὶ ἄλλο μοι δοκεῖ τοῦτο. Ἀλλὰ καὶ παρὰ τῶν Ἰταλῶν τε καὶ Ἰσπανῶν ἐξοπλίζονται οἱ δεινοὶ ἡμῶν πολέμιοι. 


Μέμνημαι δὲ τοῦ Παγκάλου ὅς ἀληθῶς ποτε εἴρηκε ὡς "ἡ Γερμανία γίγας ἐστὶ δουρείους πόδας ἔχουσα". Ὁμοίως γὰρ τούτοις καὶ κατὰ τὴν ἄλωσιν, τῆς Κωνσταντινουπόλεως λέγω, ἔπραττον οἱ Γερμανοὶ, ἐξοπλίζοντες τοὺς Τούρκους ἐπὶ πολλοὺς χρὸνους, καὶ ἴστε δὲ που τὶ γέγονεν. Ἡ πόλις ἑάλω ὑπὸ τῶν Τούρκων καὶ ἄχρι τοῦ νῦν ἐπ' αὐτοῖς ἐστιν. 

Τὴν Γερμανίαν οὖν ἀντιβολῶ ὅπως μὴ ποτε τὰ ὑποβρύχια τοῖς Τούρκοις δώσει. Πολέμιοι γὰρ οὐ μόνον τῆς Ἑλλάδος ἀλλὰ καὶ τῆς Εὐρώπης οἱ βάρβαροι Τοῦρκοι εἰσὶν. 

Βουλοὶμην δὲ καὶ πρὸς τὸν Μακρὸν εἰπεῖν ὅτι τὸν νοῦν προσέχοντα ἐπὶ τοῖσδε τοῖς ὑποβρυχίοις ἄκυρον ποιήσῃ τὴν πώλησιν. Χαλεπώτατον γὰρ ἄν εἴη πολεμῆσαι τοῖς Τούρκοις εἰ τὰ ὑποβρύχια ἡ Τουρκία κτήσαιτο. Σωφροσύνην εὔχομαι τοῖς Εὐρωπαίοις καὶ δὴ τοῖς Γερμανοῖς. 


Χαίρετε τῆς ἡμέρας ὅπως ἄν τύχῃ..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top