Ἔχοιτε ἄν φράσαι μοι τὶ τὸ ρομπὸτ ἐστι καὶ τίνες τὸ πρῶτο ρομπὸτ τετεύχασιν; Ἴστε δε που τὸ ρομπὸτ ἤ οὔ; Μηχανὴ τις ἐστὶ, ὦ φίλοι, ἀφ' ἑαυτῆς ἐνεργοῦσα πρὸς τὸ ἐπιτελεῖν προγεγραμμένον ἔργον καλούμενη αὐτόματος μηχανὴ. Ἵνα σαφέστερον γένηται ὑμῖν, ἡ μηχανὴ δι' ἧς ἐξ αὐτομάτου τι γίγνεται ρομπὸτ καλεῖται ὑπὸ τῶν νῦν.
Πολλαὶ δὲ καιναὶ ἐπίνοιαι κατὰ τὸ εἶδος ἦσαν τοῖς ἁρχαίοις ἡμῶν προγόνοις ὥσπερ αἱ πολεμικαὶ, αἱ πρὸς ὕψωσιν βαρῶν, ἰχθυβόλοι ἀλλὰ καὶ θεατρικαὶ δι' ὧν οἱ θεοὶ μετέωροι ἐφαίνοντο. Ἀλλὰ καὶ πολλὰ ἀπὸ μηχανῆς ἐπωλοῦντο ἐν ἐκείνῳ τῷ χρόνῳ ὥσπερ τὸ ἅγιον ὕδωρ πρὸ τῶν ἐν Ἀθήναις νεὼν.
Ἀλλὰ φίλοι καὶ ρομπὸτ ἀνθρωπόμορφον ἦν τοῖς ἀρχαίοις ἐν Ἀθήναις, ἀναμειγνύον ἐξ αὐτομάτου οἶνον ὕδατι, ἐξ' οὗ ἐλάμβανον ποτήριον κεκραμένου οἴνου πρὸς πόσιν οἱ ἡμῶν πρόγονοι. Ὁρᾶτε οὖν τὸ ἐν εἰκόνι ἀνθρωπόμορφον ρομπὸτ τῶν ἡμῶν προγόνων πεποιημένον ὑπὸ τοῦ Φίλωνος. Ὅτε οὖν κενὸν ποτήριον ἔθετον ἐπὶ τῆς χειρὸς τοῦ ρομπὸτ, ἐξ αὐτομάτου ἐπληροῦντο κεκραμένου οἴνου ὅ κρασὶ οἱ νῦν καλοῦσιν.
Ὁρᾶτε οὖν, ὦ φίλοι, ὅτι καὶ τὸ ἀνθρωπόμορφον ρομπότ ἐπίνοια τῶν ἡμῶν προγόνων ἦν. Ἔξεστι δὲ ὑμῖν ἰδεῖν τὸδε τὸ ἀνθρωπόμορφον ρομπότ ἐν λειτουργίᾳ ἐν τῷ μουσείῳ Κοτσανᾶ κειμένῳ ἐγγὺς τοῦ συντάγματος. Ἄξιὸν ἐστιν..
Χαίρετε τῆς ἡμέρας.
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου