Θάνατος ἐπίκειται γυναικὶ τινι ἐν Ἡνωμέναις τῆς Ἀμερικῆς Πολιτείαις ὀνόματι Λίζα Μοντγκόμερι. Ἡ Μοντγκόμερι ἐν εἰρκτῇ τυγχάνει οὖσα ἀπό τοῦ 2004 δι' οὐδὲν ἄλλο ἤ ὅτι πνιγμῷ τὴν Μπόμπι Τζο Στίνετ ἔκτεινεν ἐγκυμονοῦσαν ὄγδοον ἐπὶ μῆνα!! Ἴσως ἄν τις ὑμῶν ἔροιτο, ἐπὶ τὶ τοῦτο τὸ ἀνόσιον ἔργον ἔπραξεν; Ἵνα τὸ ἐγκυμονούμενον βρέφος, ὦ φίλοι, λάβῃ ὡς ἑαυτῆς!!! Ὅπερ καὶ ἐγένετο. Ἐκ τοῦ πνιγμοῦ, ἐγχειριδίῳ ἐκ τοῦ ὀπτανίου χρωμένη καὶ τὴν γαστέραν ἀνοίξασα τῆς νεκύου Μπόμπι Τζο Στίνετ τὸ ἔμβρυον ἔλαβεν. Ἀποτρόπαιον ὡς ἀληθῶς ἔργον ὅ ταραχὴν μεγάλην ἐνεποίησεν ταῖς ψυχαῖς τῶν Ἀμερικανῶν.

Οὕτω, φίλοι, ἔδοξε τοῖς Ἀμερικανοῖς ἐνέσει θανάτου ἀποκτεῖναι τὴν Μοντγκόμερι τῇ ὀγδόῃ Δεκεμβρίου ἐν τῇ εἰρκτῇ τῆς Ἰντιάνα!! 

Λυπηρὸν μὲν ἀναγκαῖον δε πολλοῖς εἴρηται εἶναι. 


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top