Αἴσχιστον ἔργον εἰργάσατο τὸν διδάσκαλον τῆς ἱστορίας εἷς τῶν μουσουλμάνων δεκαοκταετής ἐν Γαλλίᾳ ἀποκόπτων τὴν κεφαλὴν αὐτοῦ ἐν μέσῳ τῇ πόλει!! Ἐκ τῆς ἀποκοπῆς, τὴν κεφαλὴν ἔχων ἐν χερσὶ καὶ ἐπιδεικνύων αὐτὴν τοῖς παρερχομένοις ὀξὺ μαινόμενος ἐβόα "Ἀλλάχ Ἀκμπάρ". Ἀπροσδόκητον δὲ δεῖμα καὶ ταραχὴ τοῖς Παρισινοῖς ἤνεγκεν τόδε τὸ ἀπότροπον ἔργο, μεμνημένοις οὖσι τοῦ Charlie Hebdo, ἐν ᾧ δυώδεκα ἀπέθανον ὑπὸ ἀκραίων μουσουλμάνων. Κατὰ τὸν λόγον, ὅν ἡ νομοφυλακὴ λέγει, ὁ κακόμοιρος διδάσκαλος μῦθον ἔλεξεν καὶ εἰκόνας τοῦ Μωάεθ τοῖς μαθηταῖς ἔδειξεν ὀλίγον πρότερον.

Ποῖ βαίνομεν, ὦ φίλοι; Ἵνα τὶ γένηται τοσαύτην ὀργὴν ἔχουσιν ἡμῖν οἱ μουσουλμὰνοι; Πρὸ μηνὸς καὶ ἕτερος τις τῶν μουσουλμάνων, πέλεκυν ἔχων ἐν χερσὶ, ἄνευ αἰτίου τινὸς δύο τῶν Γάλλων βαρέως ἔτρωσεν!!

Λυπηρότατον ὡς ἀληθῶς...

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top