Λαὸς ἀμαθὴς κοὐ πολυπράγμων ἐσμὲν οἱ νῦν Ἕλληνες, ὦ φίλοι. Ὁρᾶτε τὴν εἰκόνα ἐν ᾗ τὰ τῆς Πίτσος σύμβολα ἀσμένως καταπατοῦσιν ὀρχούμενοι τῶν ἐργαζομένων τινες, ἀπείργοντες τῆς ἐργασίας ἐπὶ τεσσαράκοντα ἡμέρας τοὺς ἐργαζομένους ἐν ἔτει 1975. Οὕτω πτωχοὶ τὴν διάνοιαν ἄνθρωποι, ὦ φίλοι, τὴν Πίτσος ἐπτώχευσαν ἐν ᾗ αὐτοὶ ἠργάζοντο!!
Πτωχὴ οὖσα χρημάτων ἡ Πίτσος ὑπὸ τῆς Ζήμενς ἐωνήθη ἀντὶ πινακίου φακῆς!!!
Καὶ νῦν ἔδοξε τῇ Ζήμενς εἰς Τουρκίαν μετεγκαταστῆσαι τὴν Πίτσος!! Οὐκ ἔτι βούλεται ἐν Ἑλλάδι τὸ ἐργοστάσιον μένειν!! Βέλτιον ἐν Τουρκία μᾶλλον ἤ ἐν Ἑλλάδι λέγουσιν οἱ τὴν Ζήνενς ἰθύνοντες!!! Οὐκ ἔχω τὶ φήσω, ὦ φίλοι.
Αἰδὼς!!!
0 σχόλια Blogger 0
Δημοσίευση σχολίου