Τὰ πλείστου ἄξια ἐκ τοῦ Παρθενῶνος εἰς τὸ πλοῖον Μέντορ ἐνθέμενος ὁ ἄτιμος Ἔλγιν, ἀπέπλευσεν ἐκ τοῦ Πειραιῶς οἴκαδε, εἰς Βρεττανίαν ἐν ἔτει 1802. Προσέτι δὲ πολλὰ κιβώτια, ἑπτακαίδεκα τὸν ἀριθμὸν, πολλαὶ βίβλοι γεγραμμέναι, κοσμήματα, καὶ πολλὰ ἄλλα ἐν ξυλίνοις τεύχεσιν ἐνταῦθα, ἐν πλοίῳ, ηὑρίσκοντο. Τὸ πλοῖον παραγενόμενον ἐγγὺς Κυθήρων, καὶ χαλεπωτάτης τρικυμίας γενομένης εἰς ὄλεθρον κατεβυθίσθη. Οὐ πολλοῦ χρόνου ὕστερον, τοῦ ἀτίμου Ἔλγιν κελεύοντος, τὰ κιβώτια ἐκ τοῦ βυθοῦ ἀνεῖλον καὶ εἰς Βρεττανίαν μετέφερον. Αἱ γνωσταὶ τοῖς πᾶσι γεγλυμμέναι εἰκόνες τοῦ Παρθενῶνος. 

Πολλὰ ὅμως ἔτι καὶ νῦν ἐν τῷ πλοίῳ ἐπὶ τοῦ βυθοῦ κεῖνται ὥσπερ δακτυλίδια χρυσοῦ, περιδέραιοι κόσμοι, ἐνώτια κ.λ.π. Τοῦδε ἕνεκεν δύται προσφάτως εἰς ἔρευναν τοῦ πλοίου δυσάμενοι ηὗρον πολλὰ χρυσοῦ τετυγμένα κοσμήματα, κεραμικὰ εἴδη ἀλλὰ καὶ ἄλλα ξύλου πεποιημένα. Ἴδετε τὴν εἰκόνα. 


Χαίρετε τῆς ἡμέρας..

0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top