Καὶ οἱ κίονες, ὦ φίλοι, οἵτινες κοσμοῦν ἔτι καὶ νῦν τὰ λαμπρότερα τῶν οἰκοδομημάτων ἐν τῇ Οἰκουμένῃ, Ἑλληνικὸν εὕρημὰ ἐστιν, ὥσπερ ὁ Φάρος τε καὶ τὸ Θέατρον περὶ ὧν γέγραφα ἐν τῷ ἄρτι προτέρῳ. Ὁρᾶτε τὴν εἰκόνα ἐν ᾗ ἔξεστιν ὑμῖν ἰδεῖν τίνι τρόπῳ τὴν ἀρχιτεκτονικὴν τέχνην οἱ Ἕλληνες ἐκόσμησαν. Ὁρᾶτε τὸ ἀκαταμάχητον κάλλος τῶν Ἑλληνικῶν κιόνων!!  Παραδείγματος δ' ἕνεκεν βούλομαι εἰπεῖν ὅτι τὸν ἐν Ἀθήναις τοῦ Διὸς νεὼν, τὰ καλούμενα U.S Capitol, the Lincoln Memorial, the New York Stock Exchange, and the Manchester Central Library Ἑλληνικοῖς κίοσιν ἐκόσμησαν ἵνα λαμπρότατα φαίνωνται εἶναι.

Ἀπορίας δ' ἄξιὸν ἐστιν πῶς εἰς τοσοῦτον τῆς τέχνης οἱ Ἕλληνες ἀφιγμένοι ἦσαν!!  Οὐ μόνον ἕν εἶδος κίονος ἀλλὰ τρία ηὗρον ἵνα βέλτιον κοσμήσωσι τὰ οἰκοδομήματα αὑτῶν. Τὸ Ἰωνικὸν, τὸ Κορινθιακὸν καὶ Δωρικὸν!! Εἰς τοσοῦτο δὲ μέγα τοῦ κάλλους μετέχουσιν οἵδε οἱ κίονες ὣστε χαλεπὸν εἰπεῖν πότερον ἐξ αὐτῶν τὸ κάλλιστὸν εἶδος ἐστιν. Χάρμα ἰδέσθαι!! 



Ὑπερήδομαι, ὦ φίλοι, ὅτι Ἕλλην τὸ γένος εἰμὶ. 


Χαίρετε τῆς ἡμέρας.. 





1 σχόλια Blogger 1

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top