Λέγεται, φίλοι, τὴν εὐώπιδα Μυκηνίδα, τὴν ἐν τῷ ἀρχαιολογικῷ μουσείῳ εἰς θέαν ἐκτιθεμένη, τῶν καλλίστων τῶν τότε γυναικῶν εἶναι. Ἐν τοίχῳ γεγραμμένη 3300 ἔτη πρὸ τοῦ νῦν, ἐν ἀκεραίῳ ἡ εὐῶπις ὄψις αὐτῆς ἐσώθη!!! Ὀρᾶτε οὖν ὡς σπουδαῖαι αἱ ὀφρύες αὐτῆς εἰσὶν!! Ὀρᾶτε ὡς καλῶς οὐ μόνον τὰ χείλη ἀλλὰ καὶ οἱ ὀφθαλμοὶ κεχριμένοι εἰσὶν!!! Ἀλλὰ καὶ ἡ κόμη αὐτῆς ὡς καλῶς εἰς ὤμους κάθηται!!
Πρὸς τοὺς θεατὰς στρέψασα ἑαυτὴν, ἐξ εὐωνύμου πρὸς ἡμᾶς τὸ πρόσωπον ἔχει ὥσπερ εἴθισται τοῖς τότε. Ἐσθῆτα δὲ ὑφαντὴν ἐνδεδυμένη πάνυ κιτρινόχροον πίπτουσαν εἰς πτυχὰς, τὰ δὲ στήθη αὐτῆς πλήρη καὶ ἀπαλὰ δεικνύουσα τοῖς πᾶσιν. Δύο δὲ ὑφαντὰς ἐρυθρὰς ζώνας ἐπ’ ὤμοις φέρει κοσμούσας τὴν ἐσθῆτα αὐτῆς. 


Χάρμα ἰδέσθαι!!!


0 σχόλια Blogger 0

 
ΑΤΤΙΚΙΣΤΙ.. © 2015. Sumtronics.
Top